[ ] Makedonia (Edonis) — Amphipolis — 5th/6th c. AD — Demitsas, Hē Makedonia 889
1 ☩ τὸν κοινὸν ἀνθρώπινον βίον εὐσχημόνως ❦
διαγαγών, διὰ παντὸς τὴν ἐλπίδα
τῆς ἐωνίου ζοῆς ἱκετεύσας ἀπολαβῖν παρὰ τῆς
μεγάλης καὶ ζωοποιοῦ ἀχράντου Τριάδος,
5 ἐγὼ Λίκκων ἐνθάδε κῖμε· ὁρκίζω οὖν
τὴν εὐλογημένην τῆς Ἀμφιπολιτῶν
ἁγίας ἐκκλησίας ἐπισκοπὴν καὶ τὸν ταύτης
θεοφιλῆ κλῆρον κατὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πν(εύματο)ς
μὴ συνχωρῆσε ἕτερόν τινα τοῦ λοιποῦ τεθῆνε
10 ἐν τούτῳ τῷ κοιμητηρίῳ μου. ❦ ☩
Search Help
Contact Us