1 | ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος |
καὶ σέλας ἀκτεάνοιο Δίκης Βασίλειον ὕπαρχον, | |
ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων· | |
Εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις· | |
5 | βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας· |
ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις Βασίλειον ἄγαλμα. |
RIChrM
87