[ ] Makedonia (Mygdonia) — Thessalonike — 4th-6th c. AD — IG X,2 1 47
See also:
1 ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος
καὶ σέλας ἀκτεάνοιο Δίκης Βασίλειον ὕπαρχον,
ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων·
Εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις·
5 βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας·
ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις Βασίλειον ἄγαλμα.
Search Help
Contact Us