| 1 | ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος |
| καὶ σέλας ἀκτεάνοιο Δίκης Βασίλειον ὕπαρχον, | |
| ξεῖνε, νόῳ σκίρτησον ἰδὼν ἐφύπερθε πυλάων· | |
| Εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις· | |
| 5 | βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας· |
| ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις Βασίλειον ἄγαλμα. |
RIChrM
87