[ ]
Makedonia (Pieria) — Dion: Karitsa — Rom. Imp. period — cf. BCH 47 (1923) 164, 4
col. I.1 | Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦροι |
Λητοΐδην Ἕκατον, ἰὲ ὢ ἰὲ Παιάν, | |
ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο | |
μειχθεὶς ἐν φιλότητι Κορωνίδι τῇ Φλεγύαο | |
5 | ἰὴ Παιᾶνα Ἀσκληπιὸν δαίμονα κλεινότατον ἰὲ Παιάν. |
τοῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Ποδαλείριος | |
ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, ὢ ἰὲ Παιάν, | |
Αἴγλη τ’ εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες | |
col. II.9 | σὺν ἀγακλυτῷ εὐαγῆ Ὑγείᾳ |
10 | ἰὴ Παιάν, Ἀσκληπιέ, δαῖμον κλεινότατε, ἰὲ Παιάν. |
χαῖρέ μοι, εἵλαος δ’ ἐπινείσεο Δείων πόλιν | |
εὐρύχορον, ἰὲ ὢ ἰὲ ὢ ἰὲ Παιάν, | |
δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν φάος ἠελίου | |
δοκίμους σὺν ἀγακλυτῷ εὐαγεῖ Ὑγείᾳ | |
15 | ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον σεμνότατε. |
ἰὲ Παιάν. |