[ ]
Makedonia (Mygdonia) — Lete: Liti — 118 BC — Demitsas, Hē Makedonia 675 — Syll.³ 700 — cf. Robert, Études Anatoliennes (1970) 314, n. 1
1 | ἔτους θʹ καὶ κʹ Πανήμου κʹ. |
Ληταίων οἱ πολιτάρχαι προβουλευσαμέ- | |
νων τῶν βουλευτῶν εἶπαν· ἐπεὶ Μάαρκος Ἄννιος Πο- | |
πλίου υἱός, ἀνὴρ καλὸς καὶ ἀγαθός, ἀποσταλεὶς ταμίας ὑ- | |
5 | πὸ τοῦ δήμου τοῦ Ῥωμαίων ἐπὶ τὰ κατὰ Μακεδονίαν πράγμα- |
τα, καὶ τὸν ἀνώτερον μὲν χρόνον πάντα διατετέλεκεν | |
τὴν ἀρχὴν προϊστάμενος τῶν τε κατὰ κοινὸν πᾶσιν Μακε- | |
δόσιν συνφερόντων, πλείστην δὲ πρόνοιαν ποιούμενος τῶν | |
διαφερόντων κατ’ ἰδίαν τῆι ἡμετέραι πόλει, σπουδῆς καὶ φιλο- | |
10 | τιμίας οὐθὲν ἐνλείπων· ἐν δὲ τῶι παρόντι καιρῶι καὶ τοῦ τῶν Γαλα- |
τῶν ἔθνους συναχθέντος καὶ ἐπιστρατεύσαντος εἰς τοὺς κα- | |
τὰ Ἄργος τόπους στρατοπέδωι μείζονι, ἐφ’ οὓς καὶ ἐκπορευθέν- | |
[τ]ος Σέξτου Πομπηΐου τοῦ στρατηγοῦ καὶ παραταξαμένου μετὰ | |
[τ]ῶν ἰδίων στρατιωτῶν, ὃν καὶ συνβάντος ἐν τῆι μάχηι τελευτῆσαι, | |
15 | θλιβομένων τε διὰ τὴν αἰτίαν ταύτην τῶν στρατιωτῶν, ἐπεξελ- |
θὼν Μάαρκος ὁ ταμίας ἔχων τοὺς ὑφ’ ἑαυτὸν τεταγμένους ἐτρέ- | |
[ψ]ατο τοὺς ὑπεναντίους καὶ τοῦ τε πτώματος ἐκράτησεν καὶ πο[λ]- | |
λοὺς αὐτῶν ἀπέκτεινεν, ἐκυρίευσεν δὲ καὶ ἵππων καὶ ὅπλων πλε[ι]- | |
όνων, τῶν τε ἐν τοῖς προκειμένοις τόποις φρουρῶν προνοηθεὶς τῆς | |
20 | σωτηρίας, μετεπέμψατο εἰς τὴν παρενβολήν, μετ’ οὐ πολλὰς δὲ |
ἡμέρας ἐπισυναχθέντων τῶν Γαλατῶν ἱππέων ἔτι πλειόνων καὶ | |
συνεπελθόντος μετ’ αὐτῶν Τίπα τοῦ τῶν Μαίδων δυνάστου μετ’ ὄχλου | |
[π]λείονος, ἔστεξεν τὴν ἐπιφερομένην τῶν βαρβάρων ὁρμὴν καὶ ἑτέ- | |
ρους μὲν στρατιώτας ἐπὶ συμμαχίαν παρὰ τῶν Μακεδόνων οὐκ ἔκρινεν | |
25 | μεταπέμψασθαι διὰ τὸ μὴ βούλεσθαι θλίβειν τὰς πόλεις τοῖς ὀψωνίοις, |
προελόμενος δὲ μένειν τοὺς ὄχλους ἐπὶ τῶν ἔργων, ἐκπορευθεὶς με- | |
θ’ ὧν εἶχεν ἐν τῆι παρεμβολῆι στρατιωτῶν καὶ οὐθένα κίνδυνον οὐδὲ κακ[ο]- | |
παθίαν ὑποστειλάμενος, παρετάξατο καὶ ἐνίκησεν τοὺς πολεμίους μά- | |
χηι μετὰ τῆς τῶν θεῶν προνοίας, καὶ πολλοὺς μὲν αὐτῶν ἐν χε‵ι′ρῶν νομαῖς | |
30 | ἀπέκτεινεν, οὓς δὲ ζωγρίαι συνέλαβεν, ἵππ<ω>ν τε καὶ ὅπλων πολλῶν ἐκυρί- |
[ε]υσεν, καὶ ἐκ τοῦ τοιούτου τρόπου διακατασχὼν τὰ πράγματα εὐψύχως | |
[π]επείραται τοῖς διαδεξαμένοις τὴν ἐπαρχείαν ἀκαταφθόρους πάντας | |
τοὺς ἐν τῆι χώραι διατηρήσας ἐν εἰρήνηι τε καὶ ἐν τῆι καλλίστηι παραδοῦ- | |
ναι ὄντας καταστάσει, πράσσων ταῦτα ἀξίως μὲν τῆς πατρίδος καὶ τῶν | |
35 | προγόνων, ἀξίως δὲ καὶ τῆς ἰδίας δόξης τε καὶ ἀνδρείας, ἔτι δὲ καὶ τῆς ἐν- |
κεχειρισμένης αὐτῶι πίστεως· διὸ δεδόχθαι Ληταίων τῆι βουλῆι καὶ τῶι δή- | |
μωι, ἐπαινέσαι τε Μάαρκον Ἄννιον Ποπλίου ταμίαν Ῥωμαίων καὶ στεφα- | |
νῶσαι αὐτὸν χάριν τῶν πεπραγμένων θαλλοῦ στεφάνωι καὶ τίθεσθαι αὐτῶι | |
ἀγῶνα ἱππικὸν καθ’ ἕτος ἐν τῶι Δαισίωι μηνὶ ὅταν καὶ τοῖς ἄλλοις εὐεργέ- | |
40 | ταις οἱ ἀγῶνες ἐπιτελῶνται. ἑλέσθαι δὲ καὶ πρεσβευτάς, οἵτινες πορευ- |
θέντες πρὸς αὐτὸν καὶ ἀσπασάμενοι παρὰ τῆς πόλεως καὶ συνχαρέντες | |
ἐπὶ τῶι ὑγιαίνειν αὐτόν τε καὶ τὸ σ<τ>ρατόπεδον τό τε ψήφισμα ἀποδώσου- | |
σιν καὶ παρακαλέσουσιν ἀποδεξάμενον μετ’ εὐνοίας τὴν τοῦ δήμου προ- | |
αίρεσιν νῦν τε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἀγαθοῦ τινος ἀεὶ παραίτιον | |
45 | γίνεσθαι τῆι πόλει ἡμῶν. ἀναγραφῆναι δὲ τὸ ψήφισμα καὶ τὸν στέφανον εἰς |
στήλην λιθίνην, ἣν καὶ τεθῆναι τῆς ἀγορᾶς ἐν τῶι ἐπιφανεστάτωι τόπωι, προ- | |
νοηθέντων τῆς τε ἀναγραφῆς τοῦ ψηφίσματος καὶ τῆς ἀναθέσεως τῆς στή- | |
λης τῶν τε πολιταρχῶν καὶ τοῦ τῆς πόλεως ταμίου. ἐπεχειροτονήθη | |
ἔτους θʹ καὶ κʹ, Πανήμου κʹ, καὶ εἱρέθησαν πρεσβευταὶ τῶν βουλευτῶν | |
50 | Ἀδαῖος Ἀδαίου, Λύσων Φιλώτου, Ἀμύντας Διέους. |