[ ] Makedonia (Mygdonia) — Lete: Liti — 118 BC — Demitsas, Hē Makedonia 675 — Syll.³ 700 — cf. Robert, Études Anatoliennes (1970) 314, n. 1
1 ἔτους θʹ καὶ κʹ Πανήμου κʹ.
          Ληταίων οἱ πολιτάρχαι προβουλευσαμέ-
νων τῶν βουλευτῶν εἶπαν· ἐπεὶ Μάαρκος Ἄννιος Πο-
πλίου υἱός, ἀνὴρ καλὸς καὶ ἀγαθός, ἀποσταλεὶς ταμίας ὑ-
5 πὸ τοῦ δήμου τοῦ Ῥωμαίων ἐπὶ τὰ κατὰ Μακεδονίαν πράγμα-
τα, καὶ τὸν ἀνώτερον μὲν χρόνον πάντα διατετέλεκεν
τὴν ἀρχὴν προϊστάμενος τῶν τε κατὰ κοινὸν πᾶσιν Μακε-
δόσιν συνφερόντων, πλείστην δὲ πρόνοιαν ποιούμενος τῶν
διαφερόντων κατ’ ἰδίαν τῆι ἡμετέραι πόλει, σπουδῆς καὶ φιλο-
10 τιμίας οὐθὲν ἐνλείπων· ἐν δὲ τῶι παρόντι καιρῶι καὶ τοῦ τῶν Γαλα-
τῶν ἔθνους συναχθέντος καὶ ἐπιστρατεύσαντος εἰς τοὺς κα-
τὰ Ἄργος τόπους στρατοπέδωι μείζονι, ἐφ’ οὓς καὶ ἐκπορευθέν-
[τ]ος Σέξτου Πομπηΐου τοῦ στρατηγοῦ καὶ παραταξαμένου μετὰ
[τ]ῶν ἰδίων στρατιωτῶν, ὃν καὶ συνβάντος ἐν τῆι μάχηι τελευτῆσαι,
15 θλιβομένων τε διὰ τὴν αἰτίαν ταύτην τῶν στρατιωτῶν, ἐπεξελ-
θὼν Μάαρκος ὁ ταμίας ἔχων τοὺς ὑφ’ ἑαυτὸν τεταγμένους ἐτρέ-
[ψ]ατο τοὺς ὑπεναντίους καὶ τοῦ τε πτώματος ἐκράτησεν καὶ πο[λ]-
λοὺς αὐτῶν ἀπέκτεινεν, ἐκυρίευσεν δὲ καὶ ἵππων καὶ ὅπλων πλε[ι]-
όνων, τῶν τε ἐν τοῖς προκειμένοις τόποις φρουρῶν προνοηθεὶς τῆς
20 σωτηρίας, μετεπέμψατο εἰς τὴν παρενβολήν, μετ’ οὐ πολλὰς δὲ
ἡμέρας ἐπισυναχθέντων τῶν Γαλατῶν ἱππέων ἔτι πλειόνων καὶ
συνεπελθόντος μετ’ αὐτῶν Τίπα τοῦ τῶν Μαίδων δυνάστου μετ’ ὄχλου
[π]λείονος, ἔστεξεν τὴν ἐπιφερομένην τῶν βαρβάρων ὁρμὴν καὶ ἑτέ-
ρους μὲν στρατιώτας ἐπὶ συμμαχίαν παρὰ τῶν Μακεδόνων οὐκ ἔκρινεν
25 μεταπέμψασθαι διὰ τὸ μὴ βούλεσθαι θλίβειν τὰς πόλεις τοῖς ὀψωνίοις,
προελόμενος δὲ μένειν τοὺς ὄχλους ἐπὶ τῶν ἔργων, ἐκπορευθεὶς με-
θ’ ὧν εἶχεν ἐν τῆι παρεμβολῆι στρατιωτῶν καὶ οὐθένα κίνδυνον οὐδὲ κακ[ο]-
παθίαν ὑποστειλάμενος, παρετάξατο καὶ ἐνίκησεν τοὺς πολεμίους μά-
χηι μετὰ τῆς τῶν θεῶν προνοίας, καὶ πολλοὺς μὲν αὐτῶν ἐν χε‵ι′ρῶν νομαῖς
30 ἀπέκτεινεν, οὓς δὲ ζωγρίαι συνέλαβεν, ἵππ<ω>ν τε καὶ ὅπλων πολλῶν ἐκυρί-
[ε]υσεν, καὶ ἐκ τοῦ τοιούτου τρόπου διακατασχὼν τὰ πράγματα εὐψύχως
[π]επείραται τοῖς διαδεξαμένοις τὴν ἐπαρχείαν ἀκαταφθόρους πάντας
τοὺς ἐν τῆι χώραι διατηρήσας ἐν εἰρήνηι τε καὶ ἐν τῆι καλλίστηι παραδοῦ-
ναι ὄντας καταστάσει, πράσσων ταῦτα ἀξίως μὲν τῆς πατρίδος καὶ τῶν
35 προγόνων, ἀξίως δὲ καὶ τῆς ἰδίας δόξης τε καὶ ἀνδρείας, ἔτι δὲ καὶ τῆς ἐν-
κεχειρισμένης αὐτῶι πίστεως· διὸ δεδόχθαι Ληταίων τῆι βουλῆι καὶ τῶι δή-
μωι, ἐπαινέσαι τε Μάαρκον Ἄννιον Ποπλίου ταμίαν Ῥωμαίων καὶ στεφα-
νῶσαι αὐτὸν χάριν τῶν πεπραγμένων θαλλοῦ στεφάνωι καὶ τίθεσθαι αὐτῶι
ἀγῶνα ἱππικὸν καθ’ ἕτος ἐν τῶι Δαισίωι μηνὶ ὅταν καὶ τοῖς ἄλλοις εὐεργέ-
40 ταις οἱ ἀγῶνες ἐπιτελῶνται. ἑλέσθαι δὲ καὶ πρεσβευτάς, οἵτινες πορευ-
θέντες πρὸς αὐτὸν καὶ ἀσπασάμενοι παρὰ τῆς πόλεως καὶ συνχαρέντες
ἐπὶ τῶι ὑγιαίνειν αὐτόν τε καὶ τὸ σ<τ>ρατόπεδον τό τε ψήφισμα ἀποδώσου-
σιν καὶ παρακαλέσουσιν ἀποδεξάμενον μετ’ εὐνοίας τὴν τοῦ δήμου προ-
αίρεσιν νῦν τε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἀγαθοῦ τινος ἀεὶ παραίτιον
45 γίνεσθαι τῆι πόλει ἡμῶν. ἀναγραφῆναι δὲ τὸ ψήφισμα καὶ τὸν στέφανον εἰς
στήλην λιθίνην, ἣν καὶ τεθῆναι τῆς ἀγορᾶς ἐν τῶι ἐπιφανεστάτωι τόπωι, προ-
νοηθέντων τῆς τε ἀναγραφῆς τοῦ ψηφίσματος καὶ τῆς ἀναθέσεως τῆς στή-
λης τῶν τε πολιταρχῶν καὶ τοῦ τῆς πόλεως ταμίου. ἐπεχειροτονήθη
ἔτους θʹ καὶ κʹ, Πανήμου κʹ, καὶ εἱρέθησαν πρεσβευταὶ τῶν βουλευτῶν
50 δαῖος Ἀδαίου, Λύσων Φιλώτου, Ἀμύντας Διέους.
Search Help
Contact Us