[ ]
Makedonia (Odomantike) — Gazoros (Ag. Athanasios) — 159 AD — SEG 24.614 — Historia tēs poleōs Serrōn (1967) 320, 546 — cf. SEG 30.589; 31.631 (ph.)
See also:
1 | ἀγαθῇ τύχῃ. |
παρὰ Σύρου τοῦ Εὐάλκου, Κοζειμασου [τοῦ] | |
Πολυχάρμου, Δουλεους τοῦ Βειθυος, τῶ[ν] | |
κληρωθέντων προέδρων τῇ ιʹ τοῦ Ἀρ- | |
5 | [τ]εμεισίου μηνός, τοῦ ϟρʹ σεβαστοῦ |
τοῦ καὶ ∙ ϛ∙τʹ ∙ ἔτους, Α∙ι∙ουλᾳ {²⁷<Δ>ιουλα̣(?)}²⁷ Ἥρουνος | |
τῷ ἐν Γαζώρῳ μνήμονι. δόγμα τὸ κυρωθὲν ὑ- | |
πό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἀπεστάλκαμεν | |
πρὸς σὲ καθάπερ ὁ νόμος συντάσσει. εἰσηγη- | |
10 | σαμένου Ἀλκίμου τοῦ Ταραλα καὶ εἰπόντος δεῖ- |
σθαι τοὺς δημοσίους τόπους ἐνφυτεύσεως | |
ἀμπέλων τε καὶ δενδρέων καρποφόρων καὶ ὀ- | |
πωρῶν, εἶναί τε τοὺς βουλομένους θέλειν ἐ[πι]- | |
μελεῖσθαι καὶ ἐπικαρπίαν τινὰ λαμβάνειν ἐ- | |
15 | ξ αὐτῶν, τοῖς βουλευταῖς βουλευσαμένοις ἔ- |
δοξεν εὔλογος εἶναι ἡ εἰσήγησις αὐτοῦ [καὶ] | |
ἐδοκίμασαν τοὺς ἐνφυτεύσαντας κα[ὶ τοὺς] | |
[βουλομ]ένους ἔχειν ἐπικαρπίαν ἀ[μπέλων] | |
[μὲν ἐξ] ἡμισείας, χωροῦντος το[ῦ ἡμι]- | |
20 | σέου μέρους εἰς τὸ δημόσιον, τῆς δ’ ἐ[λαί]- |
ας τὰ δύω μέρη, [σ]υκέ[ων δ]ὲ [κ]αὶ τῶν λο[ι]- | |
πῶν ὀπωρῶν καὶ στεμφύλων ἔ[χειν τὴν] | |
ἐπικαρπίαν τὸν ἐπιμελούμενον, μη- | |
δενὸς ἐξ αὐτῶν χωροῦντος εἰς τὸ δημό- | |
25 | σιον· καὶ περὶ τούτου ψήφου διενεχθεί- |
σης ἐγένοντο πᾶσαι λευκαί· ἐπεχειροτό- | |
νησεν ὁ δῆμος. |