[ ]
Mak. (Odomantike) — Gazoros (Ag. Athanasios) — 159 AD — SEG 24.614 — Historia tēs poleōs Serrōn (1967) 320, 546 — cf. SEG 30.589; 31.631 (ph.)
See also:
| 1 | ἀγαθῇ τύχῃ. |
| παρὰ Σύρου τοῦ Εὐάλκου, Κοζειμασου [τοῦ] | |
| Πολυχάρμου, Δουλεους τοῦ Βειθυος, τῶ[ν] | |
| κληρωθέντων προέδρων τῇ ιʹ τοῦ Ἀρ- | |
| 5 | [τ]εμεισίου μηνός, τοῦ ϟρʹ σεβαστοῦ |
| τοῦ καὶ ∙ ϛ∙τʹ ∙ ἔτους, Α∙ι∙ουλᾳ {²⁷<Δ>ιουλα̣(?)}²⁷ Ἥρουνος | |
| τῷ ἐν Γαζώρῳ μνήμονι. δόγμα τὸ κυρωθὲν ὑ- | |
| πό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἀπεστάλκαμεν | |
| πρὸς σὲ καθάπερ ὁ νόμος συντάσσει. εἰσηγη- | |
| 10 | σαμένου Ἀλκίμου τοῦ Ταραλα καὶ εἰπόντος δεῖ- |
| σθαι τοὺς δημοσίους τόπους ἐνφυτεύσεως | |
| ἀμπέλων τε καὶ δενδρέων καρποφόρων καὶ ὀ- | |
| πωρῶν, εἶναί τε τοὺς βουλομένους θέλειν ἐ[πι]- | |
| μελεῖσθαι καὶ ἐπικαρπίαν τινὰ λαμβάνειν ἐ- | |
| 15 | ξ αὐτῶν, τοῖς βουλευταῖς βουλευσαμένοις ἔ- |
| δοξεν εὔλογος εἶναι ἡ εἰσήγησις αὐτοῦ [καὶ] | |
| ἐδοκίμασαν τοὺς ἐνφυτεύσαντας κα[ὶ τοὺς] | |
| [βουλομ]ένους ἔχειν ἐπικαρπίαν ἀ[μπέλων] | |
| [μὲν ἐξ] ἡμισείας, χωροῦντος το[ῦ ἡμι]- | |
| 20 | σέου μέρους εἰς τὸ δημόσιον, τῆς δ’ ἐ[λαί]- |
| ας τὰ δύω μέρη, [σ]υκέ[ων δ]ὲ [κ]αὶ τῶν λο[ι]- | |
| πῶν ὀπωρῶν καὶ στεμφύλων ἔ[χειν τὴν] | |
| ἐπικαρπίαν τὸν ἐπιμελούμενον, μη- | |
| δενὸς ἐξ αὐτῶν χωροῦντος εἰς τὸ δημό- | |
| 25 | σιον· καὶ περὶ τούτου ψήφου διενεχθεί- |
| σης ἐγένοντο πᾶσαι λευκαί· ἐπεχειροτό- | |
| νησεν ὁ δῆμος. |