[ ]
Makedonia (Bottiaia) — Edessa — Karyotissa — 3rd/4th c. AD [Demitsas] — Delacoulonche 216-217 — Demitsas, Hē Makedonia 5 — PAAH (1913) 207-210
1 | Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱός, |
Εἰονίου πελάγους ἄνχι καταφθίμενον· | |
ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν, | |
οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος· | |
vacat | |
5 | Ἡδαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν |
μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος, | |
ὀκτωκαιδεκέτης λειφθεὶς νέος· ὀστὰ δὲ πατρὸς | |
εἰσενέθηκεν ἐμοὶ Δυρραχίου κομίσας, | |
ἧχι Φ‵ίλ′ιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων | |
10 | μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα. |
vacat | |
11 | ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου |
πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας· | |
vacat | |
13 | πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη· |
κεῖμαι δ’ ἐνθαδ’ ἐγὼ σύνγαμος οὖσα Τίτου. |