Delacoulonche 277,93
[ ] Makedonia (Bottiaia) — Edessa — Karyotissa — 3rd/4th c. AD [Demitsas] — Delacoulonche 216-217 — Demitsas, Hē Makedonia 5 — PAAH (1913) 207-210
1 Καστρίκιόν με Φίλιππον ἐτύμβευσεν Τίτος υἱός,
 Εἰονίου πελάγους ἄνχι καταφθίμενον·
ὀστέα δ’ ἐνθάδ’ ἔνεικεν, ἐπεὶ γλυκὺ καὶ μετὰ μοῖραν,
 οὐχὶ μόνον ζωοῖς πάτριόν ἐστ’ ἔδαφος·
                              vacat
5 δαίαν Εὐκλείας τὴν καὶ Μαρίαν με θανοῦσαν
 μητέρα τὴν ἰδίην υἱὸς ἔθαψε Τίτος,
ὀκτωκαιδεκέτης λειφθεὶς νέος· ὀστὰ δὲ πατρὸς
 εἰσενέθηκεν ἐμοὶ Δυρραχίου κομίσας,
ἧχι Φ‵ίλ′ιππον ἔθαψεν, ἐμὸν πόσιν· ἀλλὰ τροφείων
10  μνησθεὶς ἀμφοτέροις τύμβον ἔχωσεν ἕνα.
                           vacat
11 ὃς τὸν ἐμὸν παρὰ τύμβον ἄγεις, Τίτον ἴσθι Φιλίππου
 πατρὸς Ἐδεσσαῖον παῖδά με καὶ Μαρίας·
                           vacat
13 πατρὶς μέν μοι Ἔδεσσα, τὸ δ’ οὔνομα Κλαυδία Γράπτη·
 κεῖμαι δ’ ἐνθαδ’ ἐγὼ σύνγαμος οὖσα Τίτου.
Search Help
Contact Us