[ ]
Makedonia (Bottiaia) — Edessa — 3rd c. AD [Demitsas] — Leake, Travels 3 (1835) pl. 30, 140 — Demitsas, Hē Makedonia 4
1 | ἥδε πέτρος κεύθει Γραφικοῦ δέμας, ε[ἰς μακ]άρων δὲ ❦ | ψυχὴν θεσπεσίην |
θῆκε <θ>εὸς πεδίον, | |
οὕνεκεν ἦν πανάριστος, ἐν ἠγαθέοις δὲ πολείταις | |
πρῶτα φέρων πινυτῆς κῦδος ἐκαρπίσατο. | |
5 | εὔξατο δ’ αὖ μακάρεσσι καὶ εἱμερτὴν {²⁶εἱμαρτὴν}²⁶ παράκοιτιν |
τοῦδε λαχεῖν τύμβου, γήραος εὖτε τύχοι. | |
χαῖρε Γραφικέ. |