[ ] Makedonia (Bottiaia) — Edessa — 3rd c. AD [Demitsas] — Leake, Travels 3 (1835) pl. 30, 140 — Demitsas, Hē Makedonia 4
1 ἥδε πέτρος κεύθει Γραφικοῦ δέμας, ε[ἰς μακ]άρων δὲ ❦ | ψυχὴν θεσπεσίην
                     θῆκε <θ>εὸς πεδίον,
οὕνεκεν ἦν πανάριστος, ἐν ἠγαθέοις δὲ πολείταις
      πρῶτα φέρων πινυτῆς κῦδος ἐκαρπίσατο.
5 εὔξατο δ’ αὖ μακάρεσσι καὶ εἱμερτὴν {²⁶εἱμαρτὴν}²⁶ παράκοιτιν
      τοῦδε λαχεῖν τύμβου, γήραος εὖτε τύχοι.
             χαῖρε Γραφικέ.
Search Help
Contact Us