[ ] Makedonia (Pieria) — Kondouriotissa — undated — Demitsas, Hē Makedonia 180
1 Αὐρηλία Ἀρτεμιδώρα ζῶσα
τόνδε τάφον τεῦξεν ἐκ κοινῶν καμάτων αὑτῇ
καὶ φιλίῳ ἀνδρὶ τοὔνομα Δημητρίῳ,
[συ]ζήσασα(?) ἔτη τέσσαρα καὶ ἐννέα μῆνας.
5 κεῖσαι ἐν κοινῷ τάφῳ ἄξιος
       ἧς ἐγε<ύ>ου σοφίας.
εἰ δὲ ὁ κληρονόμος ὁ ἐμὸς
παραπέμψῃ τι τούτων, δώσει
τῷ ταμιείῳ προστίμου 𐆖 ψν.
Search Help
Contact Us