[ ] Makedonia (Paionia) — Stoboi — 163/164 AD? — Spomenik 71 (1931) 238, 636
1 [ἔτους τιαʹ(?) {²⁷ριαʹ(?)}²⁷]
[Κλ(αύδιος)] Τιβέριος Πολύ-
χαρμος, ὁ καὶ Ἀχύρι-
ος· ὁ πατὴρ τῆς ἐν
5 Στόβοις συναγωγῆς
ὃς πολειτευσάμε-
νος πᾶσαν πολειτεί-
αν κατὰ τὸν ἰουδαϊ-
σμὸν εὐχῆς ἕνεκεν
10 τοὺς μὲν οἴκους τῷ
ἁγίῳ τόπῳ καὶ τὸ
τρίκλεινον σὺν τῷ
τετραστόῳ ἐκ τῶν
οἰκείων χρημάτων
15 μηδὲν ὅλως παραψά-
μενος τῶν ἁγίων, τὴν
δὲ ἐξουσίαν τῶν ὑπε-
ρώων πάντων πᾶσαν
καὶ τὴν <δ>εσποτείαν
20 ἔχειν ἐμὲ τὸν Κλ(αύδιον) Τιβέρι-
ον Πολύχαρμον καὶ τοὺς
{καὶ τοὺς} κληρονόμους
τοὺς ἐμοὺς διὰ παντὸς
βίου, ὃς ἂν δὲ βουληθῇ
25 τι καινοτομῆσαι παρὰ τὰ ὑ-
π’ ἐμοῦ δοχθέντα, δώσει τῷ
πατριάρχῃ δηναρίων <μ>υριά-
δας εἴκοσι πέντε· οὕτω γάρ
μοι συνέδοξεν, τὴν δὲ ἐπι-
30 σκευὴν τῆς κεράμου τῶν
ὑπερώων ποιεῖσθ<α>ι ἐμὲ
καὶ κληρονόμους
     ἐμούς.
Search Help
Contact Us