[ ]
Makedonia (Elimeia) — Aiane — 2nd/1st c. BC — GVI 871
1 | Ἁδίστας Μενέδημος ἔην πόσις· ἤροσε δ’ αὐτὰν |
Βούτιχος· Αἰανὴ κρύψε καταφθιμ̣έ̣ν̣αν· | |
τίκτ̣ε δ’ ἐνὶ κλ[άρ]οις Κε̣ρκείνιον· ἐγ δὲ Φιλίππου | |
υἱοῦ τῶν ὁσίων ἀντ̣ία̣σε̣ν κτερέων. | |
5 | τοίγαρ Κρ̣ηταιεῖ Ῥα̣δαμάνθυι τοῦ̣το παρ’ Ἀΐδᾳ |
εἶπεν, ὅτ’ ὠδε̣ί̣νων παιδὸς ἔχει χάρ̣ιτας. |