[ ] Makedonia (Bottiaia) — Beroia — 2nd c. AD — AD 2 (1916) 151, 5 — SEG 38.590
1 τὴν περικαλλέα Παρ-
 θενόπην κλυτὸν
   εἶδος ἔχουσαν |
   δέξατο Φερσε-
5    φόνη χῶρον v
   ἐς εὐσεβέων. | vv
   ὦ Φθόνε καὶ Πλου-
   τεῦ, συλήσας χρύ̣-
   σεον ἄνθος | vac.
10    καὶ κείρας γονέων
   ἐλπίδας ἐσθλοτάτας, |
   εἴ τοι καὶ τέθνηκεν,
   ἀ̣πιστείη γὰρ ἔχει με, |
   [π]ῶ̣ς θείας μορφῆς
15    [ἥψ]ατο Μοῖρα πικρά; |
   [εἰ] γὰρ καὶ μέτρον ἡλι̣-
   [κ]ίας ἐπὶ γῆρας ἀνῆλ[θε], |
   εἶχες ἑλεῖν ψυχὴν
   ἥ̣νπερ ἄωρον ἔχεις· |
20    π̣άντων γὰρ τέκνον ἦν̣,
   π̣άντες φιλέεσκον ὁμοί-
              ως |
 Παρθενόπην, Ἁΐδη, vv
 νῦν σὺ μόνος κατέχεις· |
25  Ἀχιλλεὺς Παρθενόπ[ῃ]
 τῇ θυγατρὶ μνείας [χάριν].
Search Help
Contact Us