[ ] Makedonia (Bottiaia) — Beroia — late 1st c. AD — IRAIK 4,3 (1899) 170, 2 — AD 2 (1916) 148, 4 — SEG 17.315
1 τὸν διὰ βίου ἀρχιερῆ τῶν Σεβαστῶν
καὶ ἀγωνοθέτην τοῦ κοινοῦ Μ<α>κε-
δόνων Κ(όιντον) Ποπίλλιον Πύθωνα πρεσ-
βεύσαντα ὑπὲρ τῆς πατρίδος Βεροί-
5 ας ἐπὶ θεὸν Νέρουαν ὑπὲρ τοῦ μό-
νην αὐτὴν ἔχε̣ιν τὴν νεωκορίαν τῶν Σε-
βαστῶν καὶ τὸ τῆς μητροπόλεως ἀξίω-
μα καὶ ἐπιτυχόντα καὶ δόντα ἐν τῷ
τῆς ἀρχιερωσύνης χρόνῳ τὸ ἐπικε-
10 φάλιον ὑπὲρ τῆς ἐπαρχίας καὶ ὁ-
δοὺς ἐκ τῶν ἰδίων ἐπισκευάσαν-
τα καὶ κατανγείλαντα καὶ ἀγαγόντα
εἰσακτίους ἀγῶνας, ταλαντιαίους,
θυμελικοὺς̣ καὶ γυμνικούς, δόν-
15 τα θηριομαχίας διὰ παντοίων ζῴων,
ἐντοπίων καὶ ξενικῶν, καὶ μονομαχί-
ας, ποιησάμενον δὲ κ<α>ὶ σείτων παραπρά-
σεις κ<α>ὶ ἐπευωνίσαντα ἐν καιροῖς ἀνανκ<α>ίοις
K[2A]2I\ DIADO/MASIN PAR' O(/LON TO\N TH=S A)RXIAIRW-
20 σύνης χρόνον πανδήμοις κ̣α̣τὰ πᾶσαν σύ-
νοδον ὑποδεξάμενον τὴν ἐπαρχείαν καὶ
γυμνασιαρχίαις κοινῇ πᾶσιν ἑαυτὸν εὔχρη-
στον ἐν παντὶ χρόνῳ παρασχόμενον κ<α>ὶ κα-
τ’ ἰδίαν προσηνῆ πολείτην φυλὴ Πευκαστι̣-
25 κὴ τὸν εὐεργέτην. ἐπεμελήθη Διοσκουρίδης
vacat   Ἀλεξάνδρου.  vacat
Search Help
Contact Us