[ ] Makedonia (Bottiaia) — Beroia — after 249/250 AD — IRAIK 4,3 (1899) 176, 4 — ABSA 18 (1911/1912) 148, 6
1    ἀγαθῆι  τύχηι.
ἡ σεμνοτάτη μητρόπολις τῆς Μα-
κεδονίας καὶ δὶς νεωκόρος
     Βέροια,
5 ἡ πατρὶς ~ Λουκίαν
Αὐρηλιανὴν ~ Ἀλε-
ξάνδραν ~ θυγατέρα
Λουκίου ❦ Αὐρηλιανοῦ
Σωτηρίχου ἀρχιερασαμέ-
10 νου καὶ ἄρξαντος ἐν τῷ
ἔτι τῷ ∙ γϟτʹ ∙ ἱερασαμένην
θεᾶς ∙ Ἀρτέμιδος ∙ Ἀγροτέ-
ρας ∙ ἐν τῷ ∙ ζϟτʹ ∙ ἔτι καὶ
πάντα τὰ καθῆκα ποι-
15 ήσασαν θεοῖς τε καὶ ἀνθρώ-
π̣οις ∙ παρὰ τὸν τῆς ἱερω-
σύνης χρόνον ∙ εὐτυχεῖτε.
Search Help
Contact Us