[ ]
Makedonia (Bottiaia) — Beroia — 2nd c. AD — SEG 12.318 + ABSA 41 (1940-1945) 113, 24 — AAA 4 (1971) 207, A
1 | Βεροιαίων ἡ βουλὴ καὶ ὁ |
δῆμος ❦ Τ(ίτον) Φλάουιον Κάσ- | |
σανδρον τὸν ἀρχιερέα καὶ | |
ἀγωνοθέτην τοῦ κοινοῦ | |
5 | Μακεδόνων, υἱὸν Μακε- |
δόνων καὶ τῆς πατρίδος, | |
πρῶτον τῶν ἀπ’ αἰῶνος τού- | |
τῳ τειμηθέντα τῷ ὀνόμα- | |
τι, φιλοκαίσαρα καὶ φιλόπα- | |
10 | τριν, πάσῃ προνοίᾳ καὶ πρά- |
ξει συνπαθῶς καὶ συμφε- | |
ρόντως ὑπὲρ τοῦ ἔθνους | |
κ<α>ὶ τῆς πατρίδος ἐν παντὶ και- | |
ρῷ ἄριστα πολειτευσάμενον, ἐπι- | |
15 | μεληθέντος Δέκμου Ποπλικίου |
Φιλώτου. |