[ ]
Makedonia (Bottiaia) — Beroia — 240 AD — Anc. Mac. 1 (1970) 285, B
1 | ἀγαθῆι τύχηι. |
ὑπ[ὲ]ρ ὑγείας καὶ σωτη̣ρ̣ί̣ας καὶ νίκης καὶ αἰωνίου διαμονῆς το[ῦ θειοτάτου καὶ] | |
μεγίστου κα̣ὶ ἀνεικήτου Αὐτ̣[ο]κράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γ̣[ορδιανοῦ Εὐσεβοῦς], | |
Εὐτυχοῦς, Σεβαστοῦ, ἀρχιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ∙ γʹ ∙ ὑπάτου, π(ατρὸς) π(ατρίδος) [καὶ ὑπὲρ τοῦ] | |
5 | θείου οἴκου αὐτοῦ καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμ[ου τοῦ Ῥωμαίων καὶ δι]- |
ασημοτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου, ὁ μακεδονιάρχης καὶ ἀρχιερεὺ̣ς̣ [τῶν Σεβαστῶν καὶ ἀγωνο]- | |
θέτης τοῦ κοινοῦ τῶν Μακεδόνων ἀγῶνος ἀλεξανδρείου, ἱεροῦ, οἰκουμενικοῦ, ἰσελαστικοῦ̣, ἰσα̣[κτίου Λ(ούκιος) Σε]- | |
πτίμιος Ἰνστεϊανὸς Ἀλέξανδρος καὶ Αἰλ(ία) Ἀλεξάνδρα ἡ γυνὴ αὐτοῦ ἡ ἀρχιέρεια ἐπιτελέσ̣ο[υσιν ἐν τῇ] | |
λαμπροτάτῃ καὶ βʹ νεωκόρῳ μητροπόλει τῆς Μακεδονίας Βεροιαίων πόλι κυνηγεσίων καὶ μονομαχ̣[ιῶν] | |
10 | ἡμέρας γʹ, προσεισάγοντες καθ’ ἑκάστην ἡμέραν τῶν φιλοτειμιῶν καὶ ἕτερον ζεῦγος περὶ τῆς ψυχῆς ἀγω- |
νιούμενον πρὸς τοῖς νενομισμένοις δυσὶν κατὰ συνχώρησιν τοῦ κυρίου ἡμῶν Μ(άρκου) Ἀντωνί- | |
ου Γορδιανοῦ Εὐσεβοῦς, Εὐτυχοῦς, Σεβαστοῦ. ἄρξονται δὲ τῶν φιλοτειμιῶν τῇ πρὸ ∙ ζʹ ∙ καλ(ανδῶν) | |
Ἰουλίων. Σουητρίῳ Σαβείνῳ τὸ βʹ καὶ Ῥαγωνίῳ Βενούστῳ ὑπάτοις, ἑλληνικῇ δὲ ἔτους αοσ σε- | |
βαστοῦ τοῦ καὶ ∙ ζπτ, ❦ Πανήμου ζι. ❦ εὐτυχεῖτε. |