[ ] Makedonia (Bottiaia) — Beroia — 240 AD — Anc. Macedonia 1 (1970) 285, B
1                                 ἀγαθῆι τύχηι.
ὑπ[ὲ]ρ ὑγείας καὶ σωτη̣ρ̣ί̣ας καὶ νίκης καὶ αἰωνίου διαμονῆς το[ῦ θειοτάτου καὶ]
 μεγίστου κα̣ὶ ἀνεικήτου Αὐτ̣[ο]κράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γ̣[ορδιανοῦ Εὐσεβοῦς],
 Εὐτυχοῦς, Σεβαστοῦ, ἀρχιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ∙ γʹ ∙ ὑπάτου, π(ατρὸς) π(ατρίδος) [καὶ ὑπὲρ τοῦ]
5  θείου οἴκου αὐτοῦ καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμ[ου τοῦ Ῥωμαίων καὶ δι]-
 ασημοτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου, ὁ μακεδονιάρχης καὶ ἀρχιερεὺ̣ς̣ [τῶν Σεβαστῶν καὶ ἀγωνο]-
 θέτης τοῦ κοινοῦ τῶν Μακεδόνων ἀγῶνος ἀλεξανδρείου, ἱεροῦ, οἰκουμενικοῦ, ἰσελαστικοῦ̣, ἰσα̣[κτίου Λ(ούκιος) Σε]-
 πτίμιος Ἰνστεϊανὸς Ἀλέξανδρος καὶ Αἰλ(ία) Ἀλεξάνδρα ἡ γυνὴ αὐτοῦ ἡ ἀρχιέρεια ἐπιτελέσ̣ο[υσιν ἐν τῇ]
 λαμπροτάτῃ καὶ βʹ νεωκόρῳ μητροπόλει τῆς Μακεδονίας Βεροιαίων πόλι κυνηγεσίων καὶ μονομαχ̣[ιῶν]
10 ἡμέρας γʹ, προσεισάγοντες καθ’ ἑκάστην ἡμέραν τῶν φιλοτειμιῶν καὶ ἕτερον ζεῦγος περὶ τῆς ψυχῆς ἀγω-
 νιούμενον πρὸς τοῖς νενομισμένοις δυσὶν κατὰ συνχώρησιν τοῦ κυρίου ἡμῶν Μ(άρκου) Ἀντωνί-
 ου Γορδιανοῦ Εὐσεβοῦς, Εὐτυχοῦς, Σεβαστοῦ. ἄρξονται δὲ τῶν φιλοτειμιῶν τῇ πρὸ ∙ ζʹ ∙ καλ(ανδῶν)
 Ἰουλίων. Σουητρίῳ Σαβείνῳ τὸ βʹ καὶ Ῥαγωνίῳ Βενούστῳ ὑπάτοις, ἑλληνικῇ δὲ ἔτους αοσ σε-
 βαστοῦ τοῦ καὶ ∙ ζπτ, ❦ Πανήμου ζι. ❦ εὐτυχεῖτε.
Search Help