[ ] Makedonia (Bottiaia) — Beroia — 229 AD — Anc. Mac. 1 (1970) 281, A
1               ἀγαθῆι  τύχηι.
 ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νίκης καὶ αἰωνίου διαμονῆς τοῦ με-
  γίστου καὶ θειοτάτου καὶ ἀηττήτου κυρίου ἡμῶν Αὐτοκράτορος Καίσα-
 ρος ∙ Μ(άρκου) ∙ Αὐρηλίου Σεουήρου 〚[Ἀλεξάνδρου]〛 Εὐσεβοῦς, Εὐτυχοῦς, Σεβαστοῦ, ἀρ-
5  χιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ὄγδοον, ὑπάτου τὸ γʹ, πατρὸς πατρί-
 δος, καὶ ὑπὲρ τῆς ἱερωτάτης μητρὸς αὐτοῦ 〚[Ἰουλίας Μαμαίας]〛 Σεβαστῆς καὶ ὑ-
 πὲρ τοῦ σύμπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ τῶν δια-
 σημοτάτων ἐπάρχων καὶ ἱερῶν στρατευμάτων καὶ δήμου τοῦ Ῥωμαί-
 ων, Οὐαλεριανὸς Φιλόξενος ὁ μακεδονιάρχης καὶ ἀρχιερεὺς τοῦ Σε-
10  βαστοῦ καὶ ἀγωνοθέτης τοῦ κοινοῦ τῶν Μακεδόνων ἀγῶνος ἀλεξαν-
 δρείου καὶ ἡ γυνὴ αὐτοῦ Οὐαλεριανὴ Ἀμμία ἡ ἀρχιέρεια τῆς Σεβαστῆς
 ἐπιτελέσουσιν ἐν τῇ λαμπροτάτῃ μητροπόλει τῆς Μακεδονί-
 ας Βεροιαίων πόλει κυνηγεσίων καὶ μονομαχιῶν ἡμέρας
 τρεῖς. ἄρξονται δὲ τῶν φιλοτειμιῶν τῇ πρὸ ∙ ζʹ ∙ καλ(ανδῶν) Ἰουλίων,
15 Αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) ∙ Αὐρηλίῳ Σεου<ή>ρῳ 〚[Ἀλεξάνδρ]〛ῳ Εὐσεβεῖ, Εὐ-
 τυχεῖ, Σεβαστῷ τὸ ∙ γʹ ∙ καὶ Κλ(αυδίῳ) Κασσίῳ Δίωνι τὸ βʹ ∙ ὑπάτοις, ἑλληνι-
 κῇ δὲ ἔτους ∙ ξσ ∙ σεβαστοῦ τοῦ καὶ ∙ ϛο∙τ ∙ Πανήμου ειʹ.
                  vacat   εὐτυχεῖτε.  vacat
Search Help
Contact Us