[ ]
Makedonia (Bottiaia) — Beroia — 181 AD — ABSA 18 (1911/12) 139, 2 — SEG 36.590
1 | Ἀριάγνη Βάστου τὴν ὑ- |
πάρχουσαν αὐτῇ παιδί- | |
σκην ὀνόματι Ἐλπίδα | |
δῶρον ἔδωκεν θεᾷ | |
5 | Ἀγροτέρᾳ Ἀρτέμιδι, {μη} |
μηθενὸς ἑτέρου αὐτῆς ἐ- | |
ξουσίαν ἔχοντος μήτε ἀρ- | |
χόντων μήτε βουλευτῶν, ὑ- | |
πέταξεν δὲ καὶ τὴν ἐπιστολὴν | |
10 | τὴν δεδομένην αὐτῇ ὑπὸ τῶν |
ἀδελφῶν· ❦̣ Ἡρακλείδης Βά- | |
στου καὶ Σύρος Βάστου Ἀριάγνῃ | |
Βάστου τῇ κυρίᾳ ἀδελφῇ χαίριν· | |
ἡμεῖς, κυρία ἀδελφή, ἐν πολλοῖς | |
15 | σοι χάριν οἴδαμεν καὶ νῦν βουλο- |
μένης σού τινας τῶν ἰδίων θρε- | |
πταρίων ἐλευθερῶσαι συνευαρεσ- | |
στοῦμεν καὶ συνκατατιθέμεθα· σὺ | |
γὰρ τῶν ἰδίων ἐξουσίαν ἔχεις, καὶ | |
20 | γὰρ αὐτὴ αὐτὰ κοπιάσασα πεπόρικας |
οὐ παρ’ ἄ<λ>λου τινὸς παραλαβοῦσα· ἐὰν | |
καὶ ὡς πρεσβυτέρα γυνὴ βούλει δα- | |
νίσασθαι καὶ ὑποθέσθαι τι τῶν σῶ̣ν ἰς | |
τὴν διεξαγωγὴν τοῦ γήρως, καὶ ἐν τού- | |
25 | τοις συνευαρεστοῦμεν, κυρία, μηδέν τι |
τηλικοῦτον παρεχόμενοί σοι· ὡς γὰρ | |
προείπαμεν καὶ σά ἐστιν καὶ σὺ αὐτὰ | |
κεκοπίακας. ἐγράψαμεν τὴν ἐπι<σ>το- | |
λήν σοι ἐν Βεροίᾳ ἔτους βισʹ σε- | |
30 | βαστοῦ τοῦ καὶ ηκτʹ, v Περειτίου |
τετράδι διὰ χειρὸς Φλαυίου Ἅ- | |
λυος διὰ τὸ μὴ αὐτοὺς ἡμᾶς ἐπίστα- | |
σθαι γράμματα. ἐρῶσθαί σε εὐχόμε- | |
θα. v μάρτυρες· Τίτος Αἴλιος Ἐπίκτη- | |
35 | τος, Λούκιος Μάγνιος Οὐαλεριανό- |
[ς], Σέξστος Ποπίλλιος Λυκῖνος. | |
ἐγράφη ἡ στήλλη ἔτους βισʹ σεβαστοῦ, | |
vacat Πανήμου δευτέρᾳ. |