[ ]
Makedonia (Bottiaia) — Beroia — 239-229 BC — SEG 12.314 — Meletēmata 22,2 (1996) 108, 93
1 | τύχηι vac. ἀγαθῆι. |
βασιλεύοντος Δημητρίου ἑβδόμου καὶ εἰκοσ- | |
τοῦ ἔτους, μηνὸς Περιτίου, ἐφ’ ἱιερέως {²⁶ἱερέως}²⁶ Ἀπολλωνί- | |
δου τοῦ Γλαυκίου, vac. κατέβαλον ἐπ’ ἐλευθερίαι Κόσμος, | |
5 | Μαρσύας, Ὄρτυξ, Ἀττίναι Ἀλκέτου αὐτοὶ ὑπὲρ αὑτῶν vac. |
καὶ τῶν γυναικῶν vac. Ἀρνίου, Γλαύκας, vac. Χλιδάνης, | |
καὶ τῶν παιδίων τῶν τε νῦν ὄντων καὶ ἄν τινα ὕστερον̣ | |
ἐπιγένηται καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ἑκάσ- | |
του χρυσοῦς πεντήκοντα vac. καὶ <Ἀ>σπαζᾶτις ὑπὲρ αὑ- | |
10 | τῆς καὶ τῶν ὑπαρχόντων κατέβαλεν χρυσοῦς |
εἴκοσι πέντε, παραμείνασιν δὲ αὐτοῖς παρὰ vac. | |
Ἀττίναι ἕως ἂν Ἀττίνας ζῆι καὶ ποοῦσιν {²⁶ποιοῦσιν}²⁶ ὅ τι ἂν Ἀτ- | |
τίνας προστάσσῃ, παθόν<τος> δὲ Ἀττίνα ἐξέστω ἀπιιέναι | |
οὗ ἂν βούλωνται. vac. μὴ ἐξέστω δὲ Ἀλκέται μηδὲ τῆι Ἀλ- | |
15 | κέτα γυναικὶ μηδὲ τῶν Ἀλκέτα ἐγγόνων μηδὲ Λαρέ- |
ται ἐφάψεσθαι τούτων μηδὲ τῶν γυναικῶν μηδὲ | |
τῶν παιδίων μηδὲ Ἀσπαζάτιος, μηδὲ ἄγειν εἰς δου- | |
λ̣είαν, μηδὲ τῶν ὑπαρχόντων αὐτοῖς παρελέσθαι μ̣η̣δ̣ὲ̣[ν] | |
π̣[α]ρευρέσει μηδεμιᾶι μηδὲ ἄλλωι ὑπὲρ τούτων· εἰ δὲ μή, | |
20 | ἐλεύθεροί τε ἔστωσαν καὶ ὁ ἄγων εἰς δουλείαν ἀποτινέτω |
καθ’ ἕκαστον vac. σ<ῶ>μα χρυσοῦς ἑκατὸν καὶ τῶι βασιλεῖ vac. | |
ἄλλους ἑκατὸν ὑπὲρ ἑκάστου σώματος καὶ ἄν τι ἐκ̣ [τ]ῶ[ν] | |
ὑπαρχόντων αὐτοῖς παρέληται, ἀποτινέτω τὴ̣ν ἀξί- | |
αν διπλῆν οὗ ἂν παρέληται ἀπ’ αὐτῶν· εἰ δὲ μὴ παραμένω- | |
25 | σι μηδὲ ποιῶσιν ὅ τι ἂν Ἀττίνας προστάσσῃ καὶ αὐτοὶ καὶ α̣ἱ |
γυναῖκες καὶ τ̣ὰ π̣α̣ι̣δ̣ί̣α̣, ἕως ἂν Ἀττίνας ζῆι, τῶι μὴ ποιοῦντ̣ι̣ | |
ἄκυρος ἔστω ἡ̣ ἐλε̣υθ̣ερία αὖ· προστάτας δὲ ἡγοῦνται καὶ | |
βασιλέα καὶ βασίλισσαν καὶ Μαχάταν τὸν Θεογένους | |
καὶ τὰ παιδία αὐτοῦ vac. καὶ Ἄρχιππον καὶ Βακχύλον | |
30 | καὶ Δαμόγνητον καὶ Ἰασόνεικον. μάρτυρες |
Αἰσχυλῖνος Ἀριστοκλείδου, vac. Γαιτέας Χαιρεκράτους, | |
Μαχάτας Φιλίππου, Ἀλκέτας Μ[․c.6․․]ΟΙΚΟΥ | |
[ὁ δεῖνα τοῦ δεῖνος], Παυσανίας Ἀσάνδρου. |