[ ] Makedonia (Bottiaia) — Beroia — 3rd c. BC — SEG 47.893
See also:
1 Πὰν καὶ ἐν Ἀρκαδίαι μέγα τίμιος, ἀλλὰ
πόθος ‵με′ πνεῦμα Μακηδονίαι σύμμαχον ἠγάγετο,
Ἱπποκλέους δὲ ἀρετά με τεθαλότα καὶ νέον ὧδε
θῆκέ γέ τε ἐκ προγόνων κισσὸν ἀναψάμενος.
5 ἀθάνατος βασίλει<ο>ς ἐπεὶ χάρις ἅδε Φιλίππου
καὶ τέκνων τέκνοις ἀϊδίως ἐδόθη
καὶ κτεάνων ἀτελὴς δόμος ἅτε ἐπίσημος,
Ἀντιγόνου φάμα τόνδε ἐφύλαξε νόμον.
Search Help
Contact Us