1 | Πὰν καὶ ἐν Ἀρκαδίαι μέγα τίμιος, ἀλλὰ |
πόθος ‵με′ πνεῦμα Μακηδονίαι σύμμαχον ἠγάγετο, | |
Ἱπποκλέους δὲ ἀρετά με τεθαλότα καὶ νέον ὧδε | |
θῆκέ γέ τε ἐκ προγόνων κισσὸν ἀναψάμενος. | |
5 | ἀθάνατος βασίλει<ο>ς ἐπεὶ χάρις ἅδε Φιλίππου |
καὶ τέκνων τέκνοις ἀϊδίως ἐδόθη | |
καὶ κτεάνων ἀτελὴς δόμος ἅτε ἐπίσημος, | |
Ἀντιγόνου φάμα τόνδε ἐφύλαξε νόμον. |