[ ] Makedonia (Bottiaia) — Beroia — 248 BC — ABSA 18 (1911/12) 134, 1 — SEG 12.311; 43.379 — Meletēmata 22,2 (1996) 28, 8
1 βασιλεύοντος Ἀντιγόνου ἔτους ϛʹ καὶ λʹ ἐντυχόντων
Δημητρίωι τῶν κυνηγῶν Χάρτα τοῦ Νικάνορος, Ἀττύλου τοῦ
Νικάνορος ἐδόθησαν αἱ ἐπιστο̣λ̣αί. vacat
———
4 Δημήτριος Ἁρπάλωι χαίρειν. οἱ ἱερεῖς οἱ τοῦ
5 Ἡρακ[λ]έ̣ο̣υς φασὶν τῶν προσόδων τινὰς τῶν
τοῦ θεοῦ εἰς τὰς πολιτικὰς κατατετάχθαι·
ἐπιμελήθηθι οὖν ὅπως ἀποκατασταθῶσιν
πάλιν τῶι θεῶι ∙ ἔρρωσο. vacat
———
9 Δημήτριος Ἁρπάλωι χαίρειν· ο̣ [ἀπε]λευ[θ]ερο[ύ]-
10 μενοι πρότερον φαίνονται φιάλ[ας ἀνατίθ]ε̣σ̣[θαι]
εἰς τὸ ἱερόν· ἐπεὶ οὖν [ἐστιν] π̣ε[ριο]υσία εἰς τὴ̣[ν]
χ̣ρείαν τὴν τοῦ θεοῦ ἀνατιθέτ̣ωσαν ἀντὶ
τ̣ῶν φιαλῶν κ̣έρατα [κ]α̣ὶ σ̣κ̣ύφους· ἔρρωσο.
———
14 Δημήτ̣ριος Ἁρπάλ[ωι] χ̣α̣ί̣[ρειν· οἱ ἱερε]ῖς οἱ τοῦ
15 Ἡρακ̣λ̣έους ἀτε̣[λεῖς ἔστων πάντων ὅσ]ων καὶ οἱ
τ̣οῦ Ἀσκληπιοῦ ∙ ἔρρωσο. ἔτους [ϛʹ καὶ] λʹ.
[Δ]ύ̣σ̣τ̣ρ̣ο̣υ̣ ι̣ε̣ʹ.
Search Help
Contact Us