[ ] Makedonia (Bottiaia) — Beroia — late 2nd/early 1st c. BC — SEG 47.891
See also:
1 ἔ̣τ̣ο̣υ̣ς̣ [— — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]
ὁ ἱερεὺς τ̣ῶ̣ν̣ θ̣ε̣ῶ̣ν̣ Ε̣ὐ̣ε̣ρ̣γ̣ε̣τ̣ῶ̣ν̣ vac.
5 ἀνανεωσάμενος τὴν ἀπὸ τῶν
προγόνων δόξαν, εἰ καὶ̣ ἡ̣ [τ]ύχη διὰ τοὺς
καιροὺς αὐτῶν ἥττων ἦν, ἐσπούδα-
σεν μὴ λειφθῆναι ἀρετῇ, ἄρτι τε τῆς
πολειτήας ἁπτόμενος οὔτε ἐν τῷ vac.
10 αἰ̣τ̣εῖν ἢ πρεσβεύειν ὑπὲρ τῆς πατρίδος
ἀπολέλειπται τῶν πρεσβυτέρων, vac.
ἐννοηθεὶς δὲ τὰς τῶν πάππων vac.
στρατηγίας καὶ δαπάνας ὅ̣σα̣ τε τῆς πό̣λεως
ἐκεῖνοι καὶ πρὸς κόσμον καὶ πρὸς φ̣υ̣λακὴν
15 ἀνέστησαν, τὴν μεγίστην κ̣αὶ̣ π̣λ̣ε̣ί̣στων
δεομένην δαπανημάτων ἱερωσύνην
εὐθαρσῶς ἀπεδέξατο καὶ ὡς [․c.3-4․]Κ[․]Ν ἦν
ἀνδρὶ καλῷ καὶ ἀγαθῷ [․c.4․]Τ̣ΕΜΕ̣Ν̣ τῶν
θεῶν [․․․․]ΤΑΣ καὶ Λ[․]Ι̣[․․c.8․․․]ΑΤΑΣ
20 ΠΛ[․c.6․․]ΛΥΣΑΣΑ[․․․c.11․․․․]ΑΤΑΣ
ΕΠΑ[․․․c.11․․․․]ΑΣΕΝ[․c.5․]ΕΙΝΑΙ
τοὺς [․c.6․․]ΕΓΙΑ[․c.6․․]ΟΙΜΑ[․]ΕΝΩΝ
καὶ [— — — — — — — — — — — —]ΠΠΩΝ
ΟΣ[․․․]ΟΝΤΕΣ[․․․c.9․․․]ΑΓΟΝΑΙ[․]ΚΑΙ
25 ΒΙΑΣ[․․․․c.12․․․․]ΗΣ[․]ΑΧΙΜΩΝ
ΕΞΙ[․․․c.11․․․․ διὰ] τοὺς παρεληλυθό-
τας πολέμους καταλελυμένων, ἐφι-
λοτειμήθη πάντα πρὸς τὸν ἀρχαίων κόσ-
μον ἀγαγεῖν, ἔν τε τοῖς λοιποῖς ἁτὸν
30 ἄξιον καὶ τῶν θεῶν καὶ τῆς πατρίδος
παρίσχηται διὰ πολλὰ καὶ ἐν τοῖς παροῦ-
σιν ὢν τειμῆς ἄξιος καὶ ἐν τοῖς ἐλπι-
ζομένοις· ἐπεὶ οὖν ἐν τῶι τῶν ἀρχαιρε-
σιῶν και[ρ]ῶ̣ι προβουλευσαμένων τῶν
35 βουλευτῶν̣ ὅ̣πως ὁ Ἅρπαλος ἀξίως τι-
μηθῆι τῶν γεγενημένων ὑπ’ αὐτοῦ εἰς
τὴν πατρίδα, ὁ δῆμος ἐπελθὼν ἐπὶ τὸ βου-
λευτήρ̣ι̣ον τὴν πλείστην πρόνοιαν ἐ-
ποιήσατο περὶ τῆς τιμῆς αὐτοῦ, ἔδο-
40 ξεν ἐπαινέσαι τε τὸν Ἅρπαλον ἐπὶ
τούτοις καὶ στεφανῶσαι αὐτὸν θαλ-
λοῦ̣ στεφάνῳ ἀνατεθῆναί τε αὐτοῦ καὶ̣
ἀνδριάντα χαλκοῦν ἐν τῶι ἐπιφανεσ-
τάτῳ τόπῳ τῆς πόλεως ἀναγινώσ-
45 κεσθαι δὲ καὶ τὸ ψήφισμα καθ’ ἔτος ἐν ταῖς ἀρ-
χαιρεσίαις, ἀναγραφῆναι δὲ αὐ̣τ̣ὸ εἰς στή-
λην λιθίνην καὶ τεθῆναι παρὰ τὸν ἀνδριάντα.
Search Help
Contact Us