[ ]
Saronic Gulf — Aigina — 158-144 BC
1 | ἀγαθῆι τύχηι· δεδ[όχθ]αι τ̣εῖ βουλεῖ καὶ τ̣ῶι δή̣μωι· |
τοῦ δήμου πᾶσιν μὲν τοῖς ἀπεσταλμένοις ἐπὶ τὴ̣ν [πό]- | |
λιν πεπειθαρχηκότος τε καί, ἐφ’ ὅσον ἦν δυνατόν, κατηκ[ο]- | |
λουθηκότος ταῖς ἑκάστων αὐτῶν βουλήσεσιν, καταχ- | |
5 | θέντος δὲ καὶ Κλέωνος τῶν τοῦ βασιλέως Ἀττάλο[υ] |
φιλαδέλφου σωματοφυ[λ]άκων καὶ μείναντος ἔτ[η δε]- | |
καὲξ καὶ ἐν τούτοις ἀπόδε[ι]ξ̣[ι]ν πεποιημένου τῆ̣[ς] π[ραγ]- | |
ματικῆς καὶ τῆς κατὰ τὸν βίον εὐταξίας, ἴσως <δ>ὲ καὶ δ[ικαίως] | |
προσενηνεγμένου πᾶσιν μετὰ τῆς πάσης καθαρει[ότη]- | |
10 | τος, οὐ<δ>ὲν ἐφελκο[μέ]νου τῶν ἰδιωτικῶν οὐδ’ ἀπ’ ὀρθῆς, [κ]ἂν(?) |
μετ’ ἐξουσίας, θέλ[οντ]ος πράττειν, ἀλλὰ τὰ μὲν πλεῖστα [πει]- | |
ρωμένου συλλύειν, τοὺς δὲ μ[ὴ] συλλυομένους ἀναπένπον[τος] | |
ἐπὶ τὰ καλῶς καὶ δικαίως νενομοθετημένα ἡμῖν ὑπὸ τῶ[ν βα]- | |
σιλέων κατά τε τὰ εἰς̣ ․․#⁷․․․ομον κεχ̣ρηματισμένα π[ροσ]- | |
15 | τάγματα καὶ τοὺς νόμους, [ὅ]π̣ω̣ς̣ καὶ τῶι ἀσθενεστάτωι [πρὸς] |
τὸν δυνατώτατον [καὶ] τῶι δημοτικωτάτωι πρὸς τὸν εὐπορ̣[ώ]- | |
τατον ἡ ἴση ὑπάρχ̣[ῃ δικ]α̣ιοδ̣οσ̣[ί]α, τῶν τε ἀπ̣ενενχθεισ[ῶν] | |
ἐν τούτοις τοῖς ἔ̣[τεσι] δικῶ[ν τ]ὰ̣ς μὲν πλείσ̣τας εἰς σύλ[λυ]- | |
σιν ἀγηγοχώ[ς, τὰς δὲ ἐπ’] α̣ὐ[τὸν ἀ]νενεγχθείσας διεξαγη[γο]- | |
20 | χὼς ὥστε καὶ [μάλ]α [το]ὺς τὰς δίκας ἔχοντας εὐδοκεῖν, τ[ήν] |
τε ἄλλην ἀναστ[ροφὴν πε]ποιη[μ]έ̣νος εὐσχημόνως καὶ ἀξ̣[ί]- | |
ως τοῦ τε βασιλέως καὶ τῆ[ς] πόλεως, κακοῦ μὲν εἰς τὸ δυν[α]- | |
τὸν οὐθενὶ βουληθεὶς παραί[τι]ος γίνεσθαι, ἀ̣γαθοῦ δὲ κατ[ὰ τὸ] | |
δίκαιον καὶ κοινῆ<ι> καὶ [ἰ]δία[ι ἑκ]άστωι, κα<θ>ηκολουθηκ[ὼς] | |
25 | ἧ<ι> ἔχοντες οἱ βασιλεῖς [ἡ]μῶν [δι]α̣τελοῦσιν πρὸς τὴν πό[λιν] |
προαιρέσει εὐαπάντ[ητο]ς γινόμενος τοῖς τε κατὰ τὴ[ν πό]- | |
λιν καὶ τοῖς παραγινο[μένο]ις παρὰ τοῦ βασιλέως καὶ τῶ[ν] | |
[ξ]ένων τοῖς παρεπιδη̣[μοῦσι]· δι’ ἃ καὶ πλειονάκ[ι]ς ὁ δῆμο[ς ἠ]- | |
[ξ]ίου τοὺς βασιλεῖς μετὰ πρεσβείας, ὡς μέγιστον αὐτῶ[ν] | |
30 | χαριουμένων τῶι [δήμωι], ἐὰν ἐπιχωρήσωσιν μέν[ειν] αὐτὸ[ν] |
[ἐ]πὶ τῆς πόλεως· διά τε δὴ ταῦτα καὶ διὰ τὸ εἰς τὰ τοῦ βασι- | |
λέως πράγματα [καλῶς] καὶ δικαίως ἀνεστράφθαι, [ὥσπ]ε[ρ καὶ] | |
[ἐ]ν τοῖς ἄλλοις π[ᾶσιν, μετὰ] καλοκἀγαθίας καὶ δικαιοσ[ύ]- | |
[ν]ης #⁵⁶ δεδόχθ[αι τῆι] βουλῆι καὶ τῶι δή̣μωι ἐπαινέσαι Κλέω[να] | |
35 | [Στ]ρ̣ατάγου̣ Π[εργ]αμ(?)[ην]όν, [τὸν προσ]τά[την] τῆς πόλεως, καὶ τ[ι]- |
μῆσαι χρυσ[ῶι] σ[τεφάνωι καὶ] εἰκόνι χαλκῆι ἀρετῆς ἕνεκεν [καὶ] | |
[εὐ]νοίας, ἣν ἔχ[ων δι]ατελε[ῖ καὶ εἰς] τὸν βασιλέα Εὐμένη καὶ τ[ὸν] | |
[βα]σιλέα Ἄττ[αλο]ν [φ]ιλάδε[λφον] καὶ τὴν βασίλισ[σα]ν Στρατο[νί]- | |
[κη]ν καὶ Ἄττ̣αλο[ν υἱὸν] βα[σιλέω]ς Ε[ὐμ]ένου καὶ τὸ[ν] δ[ῆμ]ον τ[ὸν Αἰ]- | |
40 | [γιν]ητῶν καὶ ἀνα[γορεύειν ταῦτα] Ἀτταλείων κα[ὶ] Εὐμενε̣[ί]- |
ων καὶ Νικηφορίων θυ[μελικῶι] ἀγ(?)[ῶνι κ]αὶ Διονυσί[ω]ν τρα̣γ<ῳ>δοῖς [καὶ] | |
τὴν ἐπιμέλειαν ἑ[κάστοτε ε]ἶνα[ι τῶν ἐν ἀ]ρ̣χεῖ ὄντω[ν] στρατηγῶν. [εἶ]- | |
ναι δὲ αὐτὸν καὶ πολί[την καὶ] ἐκ̣[γόνου]ς̣ [α]ὐτοῦ καὶ [ἐγγρ]άψασθαι | |
φυλῆς καὶ δήμου, οὗ ἂν [βούλη]ται, ὑπάρχ̣ε̣ιν δὲ αὐ[τ]ῶι κα<ὶ> σίτη- | |
45 | [σ]ιν ἐν πρυτανείωι διὰ βίου. τὸν δὲ γραμμα[τέα τ]οῦ δήμου ἀναγράψαι |
[ἐς σ]τήλην, ἣν σταθῆναι ἐν τῶι Ἀτταλείωι, τὸ δὲ γενόμενον ἀνάλ[ω]- | |
[μα] εἴ̣[ς] τε τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν [μ]ερίσαι [τὸ]ν ταμίαν, τῆς | |
[δὲ] ἀναθέσεως τὴν ἐπιμέλεια[ν] ποιήσασθ[αι] τοὺς στρατηγούς, ἵ- | |
[ν]α τούτων συντελουμένων [φ]ανερὸς ἦι ὁ δῆμος καταξίως τιμή̣- | |
50 | [σ]ων κατὰ τὴν ἑαυτοῦ δύν̣αμ[ιν] τοὺς ἀξίως μὲν τοῦ βασιλέως, |
[κ]α̣λῶς δὲ καὶ δικαίως προσφερομένους ἑαυτῶι. ἀναπέμψαι δὲ [τό]- | |
[δε τὸ] ψ̣[ή]φισμα τοὺς στρατηγοὺς πρὸς τὸν βασιλέα, ἵνα μετὰ τῆς ἐ- | |
κείν[ο]υ γνώμης συντελῆται τὰ ἐψηφισμένα. | |
vacat | |
54 | ἡ βουλή, |
55 | ὁ δῆμος |
Κλέωνα | |
Στρατάγου | |
Περγαμηνόν. | |
vacat |