[ ] Dassaretia — Lychnidos (Ohrid) — 2nd c. AD — Demitsas, Hē Makedonia 329 — Spomenik 71 (1931) 108, 261 — GVI 1943
upper margin.1 ἀντί σε κυδαλίμας ἀρετᾶς, πολυήρατε κούρα,
ἦξεν εἰς ἠλύσιον αὐτὸς ἄναξ Κρονίδης.
shaft.3 τηλυγέτη<ν> με τοκῆες ἀνέ-
   τρεφον ἀλδήσκοντες,  /
5 Ἄπτυριν, ἠϊθέων πάμπαν
       ἀρειοτέρην·  /
ἀλλά με μοῖρ’ ἐδάμασσεν, ἐπεὶ
     τόδε μόρσιμον ἦεν,  /
τύμβον δ’ αἶψα γονῆς τεῦξαν
10        ὀδυρόμενοι,  /
Ζηνωῒς μήτηρ τε πατήρ τε οἲ
       Νεικόλεώ̣[ς μο]ι̣,  /
ἄμφω θυμοβόρῳ πένθεϊ τει-
       ρόμ̣ενοι.  /
     {²spatium a. 0,03 vacuum
15 πτυρι, κλεινὸν ἄγαλμα, καὶ ἐν φθιμένοισι
                                   φανείης, /
ὥσπερ ἐνὶ ζωοῖς κῦδος ὀπασσαμένα.
Search Help
Contact Us