[ ]
Makedonia (Derriopos) — Alkomena (Bučin) — Bela Crkva — 192/193 AD — Demitsas, Hē Makedonia 262 — Spomenik 71 (1931) 140, 339
upper margin.1 | ἀγαθῇ τύχῃ· |
lower field.2 | ἔτους μτʹ ❦ |
Λούκιος Αἴλιος Ἀγρεστια- | |
νὸς Τιτιανὸς ἐχαρίσα- | |
5 | το καὶ ἠρίθμησεν τῇ Ἀλ- |
κομεναίων κώμῃ, ταῖς | |
φυλαῖς, δηνάρια χείλια, ἵνα | |
ἄ̣γωσιν αὐτοῦ ἡμέραν κα- | |
τ̣’ ἐνιαυτὸν ἐκ τῶν τό- | |
10 | κων Δ̣ε̣ίου δευτέρᾳ, ἵνα ἡ |
μὲν μ̣ί̣α̣ φυλὴ ἐνκαύσῃ Διὶ | |
Ἀ̣γ̣ο̣ραίῳ καὶ Ἥρᾳ εἰς τὴν ἀ- | |
γ̣ο̣ρ̣ὰ̣ν̣ ἀμ̣νὸν καὶ ὄρνιν με- | |
τ̣ὰ̣ ποπάνων καὶ ἰσχαδοκα- | |
15 | ρ̣ύ̣ων κα̣ὶ εὐφραίνωνται ἐν |
τῇ ἀγορᾷ, αἱ δὲ λοιπαὶ τρεῖς | |
φυλαὶ ἐνκαύσωσιν ἑκάστη | |
ἀμνὸν καὶ ὄρνιν μετὰ ποπά- | |
νων κ̣α̣ὶ̣ ἰσχαδοκαρύων τῇ αὐ- | |
20 | τῇ ἡμέρᾳ πρὸς βωμὸν ἐν Ἀλ- |
κ̣ο̣μ̣ενᾷ, ὃν αὐτὸς ἐποίησα | |
κα̣ὶ ἐπέγραψα, καὶ εὐφρανθή- | |
σ̣ονται π̣ρὸς τῷ βωμῷ· ἐὰν | |
δ̣ὲ̣ μὴ ἄγωσιν τὴν ἡμέραν κα- | |
25 | θ̣’ ἃ̣ ἐ̣ν̣γέγραπται, ἔσται τὸ χρῆ- |
[μ]α τῶν κληρονόμων μου | |
ἢ τῶν ἐγγόνων ἢ κληρο- | |
νόμων αὐτῶν· vac. τῆς δὲ κώ- | |
μης ἀποδεξαμένης τὴν χά- | |
30 | ριν, ἔδοξεν στηλλογραφη- |
θῆναι καὶ τεθῆναι τὴν στήλ- | |
λην Τιτιανοῦ αὐτοῦ ποιοῦν- | |
τος. | |
❦ |