[ ] Makedonia (Derriopos) — Alkomena (Bučin) — Bela Crkva — 192/193 AD — Demitsas, Hē Makedonia 262 — Spomenik 71 (1931) 140, 339
upper margin.1     ἀγαθῇ τύχῃ·
lower field.2 ἔτους μτʹ ❦
Λούκιος Αἴλιος Ἀγρεστια-
νὸς Τιτιανὸς ἐχαρίσα-
5 το καὶ ἠρίθμησεν τῇ Ἀλ-
κομεναίων κώμῃ, ταῖς
φυλαῖς, δηνάρια χείλια, ἵνα
ἄ̣γωσιν αὐτοῦ ἡμέραν κα-
τ̣’ ἐνιαυτὸν ἐκ τῶν τό-
10 κων Δ̣ε̣ίου δευτέρᾳ, ἵνα ἡ
μὲν μ̣ί̣α̣ φυλὴ ἐνκαύσῃ Διὶ
Ἀ̣γ̣ο̣ραίῳ καὶ Ἥρᾳ εἰς τὴν ἀ-
γ̣ο̣ρ̣ὰ̣ν̣ ἀμ̣νὸν καὶ ὄρνιν με-
τ̣ὰ̣ ποπάνων καὶ ἰσχαδοκα-
15 ρ̣ύ̣ων κα̣ὶ εὐφραίνωνται ἐν
τῇ ἀγορᾷ, αἱ δὲ λοιπαὶ τρεῖς
φυλαὶ ἐνκαύσωσιν ἑκάστη
ἀμνὸν καὶ ὄρνιν μετὰ ποπά-
νων κ̣α̣ὶ̣ ἰσχαδοκαρύων τῇ αὐ-
20 τῇ ἡμέρᾳ πρὸς βωμὸν ἐν Ἀλ-
κ̣ο̣μ̣ενᾷ, ὃν αὐτὸς ἐποίησα
κα̣ὶ ἐπέγραψα, καὶ εὐφρανθή-
σ̣ονται π̣ρὸς τῷ βωμῷ· ἐὰν
δ̣ὲ̣ μὴ ἄγωσιν τὴν ἡμέραν κα-
25 θ̣’ ἃ̣ ἐ̣ν̣γέγραπται, ἔσται τὸ χρῆ-
[μ]α τῶν κληρονόμων μου
ἢ τῶν ἐγγόνων ἢ κληρο-
νόμων αὐτῶν· vac. τῆς δὲ κώ-
μης ἀποδεξαμένης τὴν χά-
30 ριν, ἔδοξεν στηλλογραφη-
θῆναι καὶ τεθῆναι τὴν στήλ-
λην Τιτιανοῦ αὐτοῦ ποιοῦν-
τος.
         ❦
Search Help