[ ]
Makedonia (Derriopos) — Styberra (Čepigovo) — 95 AD — Demitsas, Hē Makedonia 258 — Spomenik 71 (1931) 185, 500
1 | παρὰ Φιλίππου τοῦ Ποσιδίππου, Ὀρέστου |
τοῦ Ὀρέστου, Π<α>ραμόνου τοῦ Μ<ι>κίνου, τῶν ἀποκλη- | |
ρωθέντων προέδρων, δόγματος ἀναγραφή· τῇ κα̣ʹ | |
τοῦ Δαισίου μηνὸς τοῦ γ#⁵⁶μσ ἔτους· τῶν | |
5 | περὶ Βάρβαρον Φιλίππου ἐν Δερριόπῳ πολι- |
ταρχῶν συναγαγόντων τὸ βουλευτήριον | |
κὲ Φίλωνος τοῦ Κόνωνος ποησαμένου λό- | |
γους περ<ὶ> Μ(άρκου) Οὐεττίου Φίλωνος τοῦ θείου | |
κὲ προσανγείλαντος ὅτι κὲ πρῴ<η>ν τὴν ἑαυτοῦ πα- | |
10 | τρ<ί>δα ἐτείμησε μεγάλως κὲ τελευτῶν οὐδὲ τῆς |
κατὰ τὴν βουλὴν τε<ι>μῆς ἠμέλησεν, ἀλλ’ ἀφῆκεν | |
αὐτῇ κατὰ διαθήκην δ(ηνάρια) ͵αφʹ, ἐφ’ ᾧ ἐκ τῶν κατ’ ἐ- | |
νιαυτὸν ἐξ αὐτῶν γεινομένων vac. τόκων | |
ἡμέραν ἄγουσα Οὐεττίου Βωλανοῦ ἑορτά- | |
15 | σιμον εὐωχῆται τῇ πρὸ δεκατεσσάρων |
καλανδῶν Νοεμβρίων· ἔδοξεν τῇ βουλῇ | |
τὴν τοῦ ἀνδρὸς σεμνότητα κὲ βούλησιν | |
ἀποδέξασθαι ἐπί τε ταῖς ὑπ’ αὐτοῦ κατὰ | |
τὴν διαθήκην γεγραμμέναις αἱρέσεσιν, | |
20 | τὸ τ’ ἀργύριον λαβεῖν καὶ κατ’ ἐνιαυτὸν ἄγειν |
τὴν τοῦ Οὐεττίου Βωλανοῦ ἑορτάσιμον ἐκ | |
τῶν τόκων ἡμέραν καὶ μήτε τοῦ προγεγραμμέ- | |
νου κεφαλαίου ἀπαναλίσκειν τι εἰς ἑτέραν | |
χρείαν μήτε τοῦ κατ’ ἐνιαυτὸν γινομένου τό- | |
25 | κου, ἀλλ’ ὡς ὁ δοὺς Φίλων ἠθέλησεν· τό τ’ ἀρ- |
γύριον ἠριθμήσατο καὶ παρέλαβεν ὁ ἐπιμελη- | |
τὴς τῶν τῆς βουλῆς δηναρίων Λούκιος | |
Λουκρήτιος Πούδης. |