IG X,2 2 300
[ ] Makedonia (Derriopos) — Styberra (Čepigovo) — 95 AD — Demitsas, Hē Makedonia 258 — Spomenik 71 (1931) 185, 500
1 παρὰ Φιλίππου τοῦ Ποσιδίππου, Ὀρέστου
τοῦ Ὀρέστου, Π<α>ραμόνου τοῦ Μ<ι>κίνου, τῶν ἀποκλη-
ρωθέντων προέδρων, δόγματος ἀναγραφή· τῇ κα̣ʹ
τοῦ Δαισίου μηνὸς τοῦ γ#⁵⁶μσ ἔτους· τῶν
5 περὶ Βάρβαρον Φιλίππου ἐν Δερριόπῳ πολι-
ταρχῶν συναγαγόντων τὸ βουλευτήριον
κὲ Φίλωνος τοῦ Κόνωνος ποησαμένου λό-
γους περ<ὶ> Μ(άρκου) Οὐεττίου Φίλωνος τοῦ θείου
κὲ προσανγείλαντος ὅτι κὲ πρῴ<η>ν τὴν ἑαυτοῦ πα-
10 τρ<ί>δα ἐτείμησε μεγάλως κὲ τελευτῶν οὐδὲ τῆς
κατὰ τὴν βουλὴν τε<ι>μῆς ἠμέλησεν, ἀλλ’ ἀφῆκεν
αὐτῇ κατὰ διαθήκην δ(ηνάρια) ͵αφʹ, ἐφ’ ᾧ ἐκ τῶν κατ’ ἐ-
νιαυτὸν ἐξ αὐτῶν γεινομένων vac. τόκων
ἡμέραν ἄγουσα Οὐεττίου Βωλανοῦ ἑορτά-
15 σιμον εὐωχῆται τῇ πρὸ δεκατεσσάρων
καλανδῶν Νοεμβρίων· ἔδοξεν τῇ βουλῇ
τὴν τοῦ ἀνδρὸς σεμνότητα κὲ βούλησιν
ἀποδέξασθαι ἐπί τε ταῖς ὑπ’ αὐτοῦ κατὰ
τὴν διαθήκην γεγραμμέναις αἱρέσεσιν,
20 τὸ τ’ ἀργύριον λαβεῖν καὶ κατ’ ἐνιαυτὸν ἄγειν
τὴν τοῦ Οὐεττίου Βωλανοῦ ἑορτάσιμον ἐκ
τῶν τόκων ἡμέραν καὶ μήτε τοῦ προγεγραμμέ-
νου κεφαλαίου ἀπαναλίσκειν τι εἰς ἑτέραν
χρείαν μήτε τοῦ κατ’ ἐνιαυτὸν γινομένου τό-
25 κου, ἀλλ’ ὡς ὁ δοὺς Φίλων ἠθέλησεν· τό τ’ ἀρ-
γύριον ἠριθμήσατο καὶ παρέλαβεν ὁ ἐπιμελη-
τὴς τῶν τῆς βουλῆς δηναρίων Λούκιος
Λουκρήτιος Πούδης.
Search Help
Contact Us