IG IX,2 1229
[ ] Perrhaibia — Phalanna?: Tyrnavos — early 2nd c. BC — cf. Corrigenda p. XVI
See also:
1 [— — — —]α․α τὰν χούραν τὰν
[ἐν Ἀ․]σούνα ἱερὰν τοῦ Ἀΐδα
θ̣ε̣[ο]ῦ̣ν τοῦν Σουτειρίουν.
λει[τορ]εύοντος τοῖ Ἀσκλαπι[οῖ]
5 [— — — —]δαο Ἀγελαείοι, μεινὸς
[Ἀγαγυ]λίοι τρακάδι· ἔδοξε ἀγο-
[ρᾶ· — —]οι πλείονες τοῦν πολιτᾶν
[— — — —] ἐν τᾶ τοῖ Πλούτουνος καὶ
[τᾶς Φ]ε[ρσε]φόνας χούρα τᾶ λεῖμε[ν]
10 [— — — — — —]αρατιον καὶ λεῖμεν ἐπὶ χού-
[ρα]ν ε[— —] οὕστε ἐνοικοδομείσουντ
[— — — — —]εν[—]․Ι̣το οἰκοδόμειμα ει
[— — — — —]απ[—]φοδι οὕστε συμφανὲ[ς]
[— — — δι]έκι δεὶ τοῖ θεοῖ ἁ χούρα ἐστί%⁸⁰ν,
15 [— — — —]επι․[— — —]ν τοῦ βελλομένου
[— — — —] γαοργεῖμ[ε]ν ἐν Ἀ[․σ]ούνα καὶ ἐν
[— — — —]λλ̣ρας {²⁷[ἐ]λα̣<ί>ας(?)}²⁷ βε[λ]λομένου γαοργεῖμεν,
[— — — ἐ]ν τὸ ἱερὸν κ̣ατὰ μεῖνα τᾶ πόλι,
[— — — — — — —] ἑκ̣[ά]στου ἔταξαιν οἱ
20 [ταγοί, τοῖ] μεινὸς ἑκάστοι ὀβελλόν· αἰ μά
[κε κις βέλ]λ̣ε[ι]τ̣αι τοῦν ἐποικοδομεικόντουν ἀ-
[πίμεν][τ] τοῖ ἐποικίοι, ἀπίτου λαβοὺν το[ῖ]
κεράμο[ι κ]αὶ τοῦν ξύλουν τὰν δαπάναν
[ἀτ] τᾶς πόλιος, τάν κε φάσουντι ἄνδρε[ς] τοῦν
25 [πολ]ιτᾶν ἑξείκοντα, ὀμόσαντες καὶ καρού-
[σ]αντες· τὸ μὰ λοιπὸν οἰκοδόμειμα ἐά-
του μενέμεν· αἰ μά κέ κις κατασπάσει
τὸ οἰκοδόμειμα, ἀππεισάτου τοῦ θεο[ῦ]
[μ]ν[ᾶς] χελλίας· ἐπιμελὲς μὰ γενέσθου
30 τοῖς ταγοῖς τοῖς πὲρ Φιλόλαον Εὐμέν[ει]-
ον, ὅπους τόνε τὸ ψάφισμα ὀνγραφὲν ἐ[ν]
[κιό]ν[α]ν λιθίναν ἀντεθεῖ ἐν τὸ τέμε-
[ν]ος τοῖ Πλούτουνος καὶ τᾶς Φερσεφό-
νας, ἐ[πι]δεὶ καὶ ἁ διεσαφειμένα χού-
35 ρα ἱερά ἐστι τοῖ Πλούτουνος, καὶ συμ-
φανὲς εἶ πάντεσσι, διέκι δεὶ ἔστι ἁ χού-
[ρ]α τοῖ θεοῖ. καὶ οἱ ταγοὶ οἰκονομείσαν-
[τ]ες τὰ ἐν τοῦ ψαφίσματι διεσαφεί-
μενα καὶ τὰν δαπάναν τὰν ἐσσομέ-
40 [ν]αν ἔν τε τὰν κιόναν καὶ τὰν ὀνγρα-
φὰν δόντες ἀπὸ τᾶν κοινᾶν ποθόδουν
καὶ θέμενοι ἐν δαπάνα τᾶ πόλι ἀθοῦ-
οι ἔστουσαν καὶ ἀνεύθυνοι κατὰ πάν-
τα τρόπον. ὑπαρχέτου μὰ τὸ ὅμοιον
45 καὶ τοῖς ἔμπροσθεν ἐνοικοδομεικόν-
τεσσι τοῦν πολιτᾶν ἐποίκιον ἐν τᾶ δι-
εσαφειμένα χούρα.
Search Help
Contact Us