[ ] Att. — s. II/III p.
1 ὁ φθόνος ἐκ βιότοιο Παναθήνιον ἥρπασεν ἄφνω,
  ἀλλὰ παρ’ ἀθανάτοις ναιετάοντα λίπεν
ἀθάνατον βιότῳ καὶ ἀγήραον εὖχος ἀφέντα
  Κεκροπίδαις τ’ ὀλοὴν μνωμένοις ὀδύνην·
5 τόνδ’ ἐπί σοι παῖδαις {²⁶παῖδες}²⁶ θυμηρέα τύμβον ἔτυξαν,
  τοὺς λίπες ἀντὶ σέθεν κ̣λ̣εινὸν ἔρεισμα πόλει.
Search Help
Contact Us