[ ]
Magnesia — Demetrias — decree of Spalauthra — ca. 130-126 BC
| 1 | ὁ δῆμος ὁ Σπαλαυθρέων Λ[υ]σίαν̣ |
| Ἐπιτέλου Δημητριῆ στ[ρατ]ηγή- | |
| σαντα τῶν Μαγν[ή]των ἀ̣[ρ]ετῆς ἕ- | |
| νεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. | |
| {²corona}² | |
| 5 | [σ]τρατηγοῦντος Λυσίου μηνὸς Ἑρμαιῶ- |
| νος ἑνδεκάτῃ Ἀριστόνικος Πυθονίκου | |
| ὁ ὑποστράτηγος καὶ οἱ δήμαρχοι Ἀμύν̣- | |
| τιχος Πύθωνος, Ἀρχίδημος Χαριδήμου | |
| εἶπαν· ἐπεὶ Λυσίας Ἐπιτέλου Δημητρ[ι]- | |
| 10 | εὺς ἀνὴρ καλὸς κἀγαθὸς αἱρεθεὶς κο[ι]- |
| νὸς στρατηγὸς τῶν Μαγνήτων ἔν τε | |
| τοῖς ἄλλοις πᾶσιν ἀνέστραπται καλῶς | |
| καὶ ἐνδόξως, ἀξίως μὲν τῆς ἰδίας κα- | |
| λοκἀγαθίας, ἀξίως δὲ τῶν προγόνων | |
| 15 | τά τε πρὸς τὸν ἡμέτερον δῆμον φιλαν- |
| θρώπως καὶ εὐνόως διακείμενος ἱκανά | |
| τινὰ λυσιτελῆ περιπεπόηκεν καὶ τοῖς ἐν- | |
| τυγχάνουσιν αὐτῶι τῶν παρ’ ἡμῶν ἴσον αὑ- | |
| τὸν παρεχόμενος διατετέλεκεν, ἐπὶ δὲ | |
| 20 | τούτοις δεδόχθαι τῶι δήμωι τῶι Σπ[α]λαυ- |
| θρέων, ἵνα φαινώμεθα τιμῶντες τοὺς ἑαυ- | |
| τοὺς εὐεργετοῦντας, ἐπαινέσαι μὲν Λυσί- | |
| αν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι, ἀναγρ[ά]- | |
| ψαι δὲ καὶ τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ | |
| 25 | [τὸν] στέφανον κολάψαι καὶ ἐπιγράψαι· "ὁ δῆ- |
| μος ὁ Σπαλαυθρέων Λυσίαν Ἐπιτέλου Δη[μη]- | |
| τριῆ στρατηγήσαντα τῶν Μαγνήτ[ων] ἀρε- | |
| τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν." | |
| ἀναθεῖναι δὲ τὴν στήλην ἐν τῆι ἀγορᾶι πα[ρὰ] | |
| 30 | τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς Σωτείρας, ἵνα δὲ |
| παρακολουθήσῃ τὴν τοῦ δήμου εὔνοιαν, ἀπο- | |
| στεῖλαι πρὸς αὐτὸν ἄνδρας δύο τοὺς ἀναδ[ώ]- | |
| σοντας αὐτῶι τοῦ ψηφίσματος [τούτου] τὸ ἀ[ν]- | |
| τίγραφον· καὶ ὅταν παραγένηται εἰς Σπάλα[υ]- | |
| 35 | θρα, καλέσαι αὐτὸν ἐπὶ ξένια, περὶ δὲ τῆς κα- |
| τασκευῆς τῆς στήλης καὶ ἀναθέσεως πρ[ο]- | |
| νοηθῆναι τοὺς [—]γνη[— —]μένους, τ[ὸ δὲ γι]- | |
| νόμενον εἰς ταῦτα ἀνήλωμα δοῦναι [Ἄτ(?)]- | |
| τ̣αλον τὸν ταμίαν. ἔδοξεν καὶ αἱρέθησαν [ἀ]- | |
| 40 | ναδώσοντες τὸ ψήφισμα Παρμενίω[ν — —]- |
| [ο]υ, Μ̣[έν]ης Πραξιτέλου. |