[ ]
Magnesia — Demetrias — decree of Spalauthra — ca. 130-126 BC
1 | ὁ δῆμος ὁ Σπαλαυθρέων Λ[υ]σίαν̣ |
Ἐπιτέλου Δημητριῆ στ[ρατ]ηγή- | |
σαντα τῶν Μαγν[ή]των ἀ̣[ρ]ετῆς ἕ- | |
νεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. | |
{²corona}² | |
5 | [σ]τρατηγοῦντος Λυσίου μηνὸς Ἑρμαιῶ- |
νος ἑνδεκάτῃ Ἀριστόνικος Πυθονίκου | |
ὁ ὑποστράτηγος καὶ οἱ δήμαρχοι Ἀμύν̣- | |
τιχος Πύθωνος, Ἀρχίδημος Χαριδήμου | |
εἶπαν· ἐπεὶ Λυσίας Ἐπιτέλου Δημητρ[ι]- | |
10 | εὺς ἀνὴρ καλὸς κἀγαθὸς αἱρεθεὶς κο[ι]- |
νὸς στρατηγὸς τῶν Μαγνήτων ἔν τε | |
τοῖς ἄλλοις πᾶσιν ἀνέστραπται καλῶς | |
καὶ ἐνδόξως, ἀξίως μὲν τῆς ἰδίας κα- | |
λοκἀγαθίας, ἀξίως δὲ τῶν προγόνων | |
15 | τά τε πρὸς τὸν ἡμέτερον δῆμον φιλαν- |
θρώπως καὶ εὐνόως διακείμενος ἱκανά | |
τινὰ λυσιτελῆ περιπεπόηκεν καὶ τοῖς ἐν- | |
τυγχάνουσιν αὐτῶι τῶν παρ’ ἡμῶν ἴσον αὑ- | |
τὸν παρεχόμενος διατετέλεκεν, ἐπὶ δὲ | |
20 | τούτοις δεδόχθαι τῶι δήμωι τῶι Σπ[α]λαυ- |
θρέων, ἵνα φαινώμεθα τιμῶντες τοὺς ἑαυ- | |
τοὺς εὐεργετοῦντας, ἐπαινέσαι μὲν Λυσί- | |
αν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι, ἀναγρ[ά]- | |
ψαι δὲ καὶ τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ | |
25 | [τὸν] στέφανον κολάψαι καὶ ἐπιγράψαι· "ὁ δῆ- |
μος ὁ Σπαλαυθρέων Λυσίαν Ἐπιτέλου Δη[μη]- | |
τριῆ στρατηγήσαντα τῶν Μαγνήτ[ων] ἀρε- | |
τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν." | |
ἀναθεῖναι δὲ τὴν στήλην ἐν τῆι ἀγορᾶι πα[ρὰ] | |
30 | τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς Σωτείρας, ἵνα δὲ |
παρακολουθήσῃ τὴν τοῦ δήμου εὔνοιαν, ἀπο- | |
στεῖλαι πρὸς αὐτὸν ἄνδρας δύο τοὺς ἀναδ[ώ]- | |
σοντας αὐτῶι τοῦ ψηφίσματος [τούτου] τὸ ἀ[ν]- | |
τίγραφον· καὶ ὅταν παραγένηται εἰς Σπάλα[υ]- | |
35 | θρα, καλέσαι αὐτὸν ἐπὶ ξένια, περὶ δὲ τῆς κα- |
τασκευῆς τῆς στήλης καὶ ἀναθέσεως πρ[ο]- | |
νοηθῆναι τοὺς [—]γνη[— —]μένους, τ[ὸ δὲ γι]- | |
νόμενον εἰς ταῦτα ἀνήλωμα δοῦναι [Ἄτ(?)]- | |
τ̣αλον τὸν ταμίαν. ἔδοξεν καὶ αἱρέθησαν [ἀ]- | |
40 | ναδώσοντες τὸ ψήφισμα Παρμενίω[ν — —]- |
[ο]υ, Μ̣[έν]ης Πραξιτέλου. |