[ ]
Magnesia — Oracle of Apollo Koropaios — (Petraloni) — 2nd c. BC — cf. Corrigenda p. XVI
I.frg. a.1 | ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος μηνὸς Ἀρείου δεκάτηι· |
Κρίνων Παρμενίωνος Ὁμολιεὺς ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Ἀκραί- | |
ου καὶ Διονυσόδωρος Εὐφραίου Αἰολεὺς ὁ στρατηγὸς τῶν Μα- | |
γνήτων καὶ οἱ στρατηγοὶ Αἰτωλίων Δημητρίου Παγασίτης, Κλεο- | |
5 | γένης Ἀμύντου Ἁλεύς, Μένης Ἱππίου Αἰολεὺς καὶ οἱ νομοφύλα- |
κες Μενέλαος Φιλίππου Ἰώλκιος, Αἰνίας Νικασιβούλου, Ἀλέξαν- | |
δρος Μενίσκου Σπαλαυθρεῖς καὶ Μένανδρος Νικίου Κοροπαῖος | |
εἶπαν· ἐπεὶ τῆς πόλεως ἡμῶν καὶ πρὸς τοὺς ἄλλους μὲν θεοὺς | |
εὐσεβῶς διακειμένης, οὐχ ἥκιστα δὲ καὶ πρὸς τὸν Ἀπόλλωνα | |
10 | τὸν Κοροπαῖον καὶ τιμώσης ταῖς ἐπιφανεστάταις τιμαῖς διὰ τὰς |
εὐεργεσίας τὰς ὑπὸ τοῦ θεοῦ προδηλοῦντος διὰ τοῦ μάν̣- | |
τείου καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν ἑκάστωι περὶ τῶν πρὸς ὑγίεια[ν] | |
καὶ σωτηρίαν ἀνηκόντω<ν>, δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον ὄν- | |
τος ἀρχαίου τοῦ μαντείου καὶ προτετιμημένου διὰ προγό- | |
15 | νων, παραγινομένων δὲ καὶ ξένων πλειόνων ἐπὶ τὸ χρηστή- |
ριον, ποιήσασθαί τινα πρόνοιαν ἐπιμελεστέραν τὴν πόλιν | |
περὶ τῆς κατὰ τὸ μαντῆον εὐκοσμίας· δεδόχθαι τῇ βουλῇ καὶ | |
τῶι δήμωι· ὅταν συντελῆται τὸ μαντῆον, πορεύεσθαι τόν | |
τε ἱερέα τοῦ Ἀπόλλωνος τὸν εἱρημένον ὑπὸ τῆς πόλεως | |
20 | καὶ τῶν στρατηγῶν καὶ νομοφυλάκων ἀφ’ ἑκατέρας ἀρχῆς |
ἕνα καὶ πρύτανιν ἕνα καὶ ταμίαν καὶ τὸν γραμματέα τοῦ | |
θεοῦ καὶ τὸν προφήτην· ἐὰν δέ τις τῶν προγεγραμμένων ἀρρωσ- | |
στῇ ἢ {ι} ἐγδημῇ, ἕτερον πεμψάτω· καταγραψάτωσαν δὲ οἱ στρα- | |
τηγοὶ καὶ οἱ νομοφύλακες καὶ ῥαβδούχους ἐκ τῶν πολιτῶν ἄν- | |
25 | δρας τρεῖς <μὴ> νεωτέρους ἐτῶν τριάκοντα οἳ καὶ ἐχέτωσαν ἐξου- |
σίαν κωλύειν τὸν ἀκοσμοῦντα, διδόσθω δὲ τῷ ῥαβδούχωι ἐκ τῶν | |
λογευθησομένων χρημάτων ὀψώνιον ἡμερῶν δύο τῆς ἡμέρας | |
ἑκάστης δραχμὴ {ν} αʹ. ἐὰν δέ τις <τῶν> καταγραφέντων εἰδὼς μὴ | |
παραγένηται, ἀποτεισάτω τῆι πόλει δραχμὰς γʹ, παραγραψάν- | |
30 | των αὐτὸν τῶν στρατηγῶν καὶ νομοφυλάκων· ὅταν δὲ παρα- |
γένωνται οἱ προειρημένοι ἐπὶ τὸ μαντεῖον καὶ τὴν θυσίαν ἐπι- | |
τελέσωσι κατὰ τὰ πάτρια καὶ καλλιερήσωσιν, ὁ γραμματεὺς | |
τοῦ θεοῦ ἀποδεξάσθω ἐξαυτῆς τὰς ἀπογραφὰς τῶν βουλομένων | |
χρηστηριασθῆναι καὶ πάντα {ς} ἀναγράψας τὰ ὀνόματα εἰς λεύκωμα, | |
35 | παραχρῆμα προθέτω τὸ λεύκωμα πρὸ τοῦ ναοῦ καὶ εἰσαγέτω κατὰ |
τὸ ἑξῆς ἑκάστης ἀναγραφῆς ἀνακαλούμενος, εἰ μή τισιν συγ- | |
κεχώρηται πρώτοις εἰσιέναι· ἐὰν δὲ ὁ ἀνακληθεὶς μὴ παρῇ, τὸν | |
ἐχόμενον εἰσαγέτω, ἕως ἂν παραγένηται ὁ ἀνακληθείς· καθήσθω- | |
σαν δὲ οἱ προγεγ<ρ>αμμένοι ἐν τῶι ἱερῶι κοσμίως ἐν ἐσθῆσιν λαμ- | |
40 | πραῖς, ἐστεφανωμένοι στεφάνοις δαφνίνοις, ἀγνεύοντες |
καὶ νήφοντες καὶ ἀποδεχόμενοι τὰ πινάκια παρὰ τῶν μαν- | |
τευομένων· ὅταν δὲ συντελεσθῇ τὸ μαντεῖον, ἐμβαλόν- | |
τες εἰς ἀγγεῖον κατασφραγισάσθωσαν τῇ τε τῶν στρα- | |
τηγῶν καὶ νομοφυλάκων σφραγῖδι, ὁμοίως δὲ καὶ τῆι | |
45 | τοῦ ἱερέως καὶ ἐάτωσαν μένειν ἐν τῶι ἱερῶι· ἅμα δὲ τῆι ἡ- |
μέραι ὁ γραμματεὺς τοῦ θεοῦ προσενέγκας τὸ ἀγγεῖον καὶ ἐ- | |
πιδείξας τοῖς προειρημένοις τὰς σφραγῖδας ἀνοιξάτω καὶ ἐ- | |
κ τῆ̣ς̣ ἀ̣ν̣α̣γραφῆς ἀνα̣καλῶν ἑκάστοις ἀποδιδότω τὰ πινά- | |
[κια — — — — — — — — — — — — — τοὺ]ς χρησμο̣ὺ̣ς̣ #⁷․․[— —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
frg. b.50 | [— — — — —]#⁷σε[— — — — — — — — — — — — — — οἱ ῥαβδοῦ]- |
χοι προνοείσθωσαν τῆς εὐκοσμίας· ὅταν δὲ ᾖ ἔν[ν]ομ[ος ἐκκλη]- | |
σία ἐν τῶι Ἀφροδισιῶνι μηνί, πάντων πρῶτον οἱ ἐξετασταὶ ὁρκιζ[έτω]- | |
σαν ἐναντίον τοῦ δήμου τοὺς προειρημένους ἄνδρας τὸ[ν ὑπο]- | |
γεγραμμένον ὅρκον· "ὀμνύω Δία Ἀκραῖον καὶ τὸν Ἀπόλλω[να] | |
55 | τὸν Κοροπαῖον καὶ τὴν Ἄρτεμιν τὴν Ἰωλκίαν καὶ τοὺς ἄλ[λου]ς θε- |
οὺς πάντας καὶ πάσας, ἐπιτετελεκέναι ἕκαστα καθά[περ] ἐν | |
τῶι ψηφίσματι διασαφεῖται τῶι κεκυρωμένωι περὶ τοῦ [μα]ντεί- | |
ου ἐφ’ ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος·" καὶ ἐὰν ὀμόσ[ω]σιν, ἔστω- | |
σαν ἀθῶιοι· ἐὰν δέ τις μὴ ὀμόσηι, ὑπόδικος ἔσ[τ]ω τοῖς ἐξε- | |
60 | <τασ>ταῖς καὶ ἄλλωι τῶι βουλομένωι τῶν πολιτῶν [π]ερὶ τούτου <τοῦ> ἀ- |
δικήματος· καὶ ἐὰν οἱ ἐξετασταὶ δὲ μὴ ποιήσ[ωσ]ίν τι τῶν προγε- | |
γραμμένων, ὑπεύθυνοι ἔστωσαν τοῖς μετ[ὰ τ]αῦτα ἐξετασ- | |
ταῖς καὶ ἄλλωι τῶι βουλομένωι· ἵνα δὲ ἐπιτελῆται διὰ παντὸς | |
τὰ δεδογμένα, διαπαραδιδόναι τόδε τὸ ψήφισμα τοὺς {δὲ} κα- | |
65 | τ’ ἐνιαυτὸν αἱρουμένους στρατηγοὺς κα̣ὶ̣ νομοφύλακας τοῖς |
μετὰ ταῦτα κατασταθησομένοις ἄρχ[ο]υσιν, ἀναγραφῆναι δὲ | |
καὶ τοῦ ψηφίσματος τὸ ἀντίγραφον εἰς [κί]ονα λιθίνην, γενομέ- | |
νης τῆς ἐγδόσεως διὰ τῶν τειχοπ[οιῶ]ν, ἣν καὶ ἀνατεθῆναι | |
ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ [Κ]οροπαίου. | |
II.frg. b.70 | ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος μηνὸς Ἀρτεμισιῶνος δεκάτηι· |
Κρίνων Παρμενίωνος Ὁμολιεὺς ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Ἀκραίου καὶ | |
Διονυσόδωρος Εὐφραίου Αἰολεὺς ὁ κοινὸς στρατηγὸς καὶ οἱ στρατη- | |
γοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπεὶ τὰ ὑπάρχοντα δένδρα ἐν τῶι ἱε- | |
ρῶι τοῦ Ἀπόλλωνος τοῦ Κο<ρ>οπαίου εἰσὶν κατεφθαρμένα, ὑπολαμ- | |
75 | βάνομεν δὲ ἀναγκαῖον εἶναι καὶ συμφέρον γενέσθαι τινὰ πε- |
ρὶ τούτων ἐπιστροφήν, ὥ[στε] συ̣ναυξηθέντος τοῦ τεμένου<ς> ἐ- | |
πιφανεστέραν γίν[εσθαι τὴν τοῦ] τ[ό]που μεγαλομέρειαν, διὸ καὶ δε- | |
δόχθαι τῆι βουλῆι κα̣[ὶ τῶι δήμωι τὸν] καθεσταμένον νεωκορεῖν | |
ποιεῖν συμφανὲς [πᾶσιν τοῖς ἀεὶ π]αραγινομένοις εἰς τὸ <ἱερὸν τὸ> μηθενὶ | |
80 | ἐξεῖναι τῶν πολ[ιτῶν μηδὲ τῶν μετ(?)]οικούντων μηδὲ τῶν ἐνδη- |
μούντων ξένων [δένδρα κόπτειν ἐν τ]ῶι διασαφουμέν<ωι> τόπωι μηδὲ κο- | |
λούειν, ὁμοίω[ς δὲ καὶ μὴ εἰσβάλλειν θ]ρέμματα νομῆς ἕνεκεν μηδὲ | |
στάσεως· εἰ δ[έ τις κόπτοι, ἀποτίνειν τ]ῆι πόλει δραχμὰς 𐅅̣, τῶι δὲ προ- | |
σαγγείλαν[τι δίδοσθαι τοῦ εἰσπραχθ]έντος τὸ ἥμισυ παραχρῆμα παρὰ | |
85 | τῶν ταμι[ῶν· εἰ δέ τις ἐννέμοι, μαστ]ιγοῦσθαι ὑπὸ τῶν στρατηγῶν καὶ νο- |
μοφυλάκ[ων τὸν δοῦλον(?) πλ]η̣γὰς ἑκατόν, τοῦ δὲ θρέμματος ἀποτί- | |
νειν ἑκά[στου ὀβελόν· ποιήσασθ]αι δὲ τὰς προσαγγελίας τούτων πρὸς τοὺ[ς] | |
διασαφο[υμένους ἄνδρας(?)], ἀναγραφῆναι δὲ καὶ τοῦ ψηφίσματος τὸ ἀν- | |
τίγραφ[ον ἐπὶ λιθίνου π]υ̣λῶνος, ὃ καὶ προτεθῆναι πρὸ τῆς εἰσόδου | |
90 | τοῦ νε[ώ, γενομένης τῆς ἐγ]δόσεως ὑπὸ τῶν τειχοποιῶν, ὅπως πα[ρ]- |
ακολ[ουθῶσι οἱ ἐ]μ̣β̣άντες τὰ δεδογμένα· διαπαραδιδόσ- | |
[θ]ω δ̣[ὲ καὶ τοῖς] αἱρεθησομένοις μετὰ ταῦτα στρατηγοῖς | |
[καὶ νομοφύλ]αξιν νομοθεσίας τά<ξ>ιν ἔχον. ἔδοξεν | |
[τῆι βουλῆι] καὶ τῆι ἐκκλησίαι. |