[ ]
Magnesia — Demetrias: Makrinitsa — 2nd c. BC
| 3 | οἱ ὑπόστολοι εἶπαν· ἐπειδὴ Κρ[ίτων Κρί]- |
| τωνος κατασταθεὶς ὑπὸ τῆς π̣[όλεως] | |
| 5 | ἱερεὺς τοῦ Σαράπιδος ἔν τε τοῖ[ς περὶ] |
| τοὺς θεοὺς ἀνέστραπται ἀξίως μὲ[ν τῆς ἑαυ]- | |
| τοῦ καλοκἀγαθίας, ἀξίως δὲ καὶ τῆς πό[λεως, σπου]- | |
| δῆς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων ε[ἴς τε τοὺς] | |
| θεραπευτὰς μεγαλομερῶς καὶ ἐκτεν[ῶς δαπανῶν] | |
| 10 | διατετέλεκεν βουλόμενός {ς} τε τὴν ἑα[υτοῦ προαί]- |
| [ρε]σιν {λ} ἀΐμνηστον καὶ τοῖς μετὰ ταῦτα κατα[στῆσαι ἐ]- | |
| πέδωκεν εἴς τε τὴν τῶν θεῶν τιμὴν κ̣[αὶ τὸ κοι]- | |
| νὸν τῶν ὑποστόλων ἐκ τοῦ ἰδίου βίου ἀργ̣[υρίου δρα]- | |
| χ̣μὰς χι<λ>ίας χάριν τοῦ γινομένης κατ’ ἐνιαυ[τὸν τῆς τῶ]- | |
| 15 | ν ὑποστόλων συνόδου καὶ τῶν τόκων ἀν̣[αλισκομένω]- |
| ν τάς τε τῶν θεῶν τιμὰς ἐπὶ πλεῖον αὐ[ξάνειν καὶ] | |
| τοὺς ὑποστόλους ἀεὶ τῆς καθηκούση[ς μετέχ]- | |
| ειν φιλανθρωπίας, διὸ καὶ δεδόχθαι τοῖς [ὑποστό]- | |
| <λ>οις στεφανῶσαι Κρίτωνα Κρίτωνος [χρυσῷ στε]- | |
| 20 | φάνωι καὶ εἰκόνι γραπτῆι, μετέχειν τ[ε καὶ διὰ] |
| βίου πάντων <τῶν> τοῖς ὑποστόλοις διδομέν[ων φιλαν]- | |
| θρώπων, γίνεσθαι δὲ διὰ παντὸς τὴν [στεφάνωσιν] | |
| αὐτοῦ ἐν πάσαις ταῖς κατὰ τὸ ἱερὸν γι[νομέναις] | |
| ὑπὸ τῶν ὑποστόλων συνόδοις, ἀνα[τεθῆναι] | |
| 25 | δὲ τὸ ψήφισμα τοῦτο καὶ τὸν στέφα[νον ἐν τῷ] |
| ἐπιφανεστάτῳ τοῦ Σεραπιείου τό[πῳ, οὗ] | |
| καὶ τὴν εἰκόνα τεθῆναι, ἐφ’ ἃ καὶ ἐπ[ιγραφῆναι]· | |
| "οἱ ὑπόστολοι Κρίτωνα Κρίτωνος τὸν ἱε[ρέα τοῦ] | |
| [Σ]αράπιδος ἀρετῆς ἕνεκεν καὶ εὐν̣[οίας] | |
| 30 | [τῆς εἰς] α̣ὑτοὺς καὶ τῆς εἰς τὸ θεῖον εὐ[σεβείας]." |