[ ] Magnesia — Demetrias: Makrinitsa — 2nd c. BC
3  οἱ ὑπόστολοι εἶπαν· ἐπειδὴ Κρ[ίτων Κρί]-
@TWNOS KATASTAQEI\S U(PO\ TH=S P?[O/LEWS]
5 ἱερεὺς τοῦ Σαράπιδος ἔν τε τοῖ[ς περὶ]
τοὺς θεοὺς ἀνέστραπται ἀξίως μὲ[ν τῆς ἑαυ]-
τοῦ καλοκἀγαθίας, ἀξίως δὲ καὶ τῆς πό[λεως, σπου]-
δῆς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων ε[ἴς τε τοὺς]
θεραπευτὰς μεγαλομερῶς καὶ ἐκτεν[ῶς δαπανῶν]
10 διατετέλεκεν βουλόμενός {ς} τε τὴν ἑα[υτοῦ προαί]-
[ρε]σιν {λ} ἀΐμνηστον καὶ τοῖς μετὰ ταῦτα κατα[στῆσαι ἐ]-
πέδωκεν εἴς τε τὴν τῶν θεῶν τιμὴν κ̣[αὶ τὸ κοι]-
νὸν τῶν ὑποστόλων ἐκ τοῦ ἰδίου βίου ἀργ̣[υρίου δρα]-
χ̣μὰς χι<λ>ίας χάριν τοῦ γινομένης κατ’ ἐνιαυ[τὸν τῆς τῶ]-
15 ν ὑποστόλων συνόδου καὶ τῶν τόκων ἀν̣[αλισκομένω]-
ν τάς τε τῶν θεῶν τιμὰς ἐπὶ πλεῖον αὐ[ξάνειν καὶ]
τοὺς ὑποστόλους ἀεὶ τῆς καθηκούση[ς μετέχ]-
ειν φιλανθρωπίας, διὸ καὶ δεδόχθαι τοῖς [ὑποστό]-
<λ>οις στεφανῶσαι Κρίτωνα Κρίτωνος [χρυσῷ στε]-
20 φάνωι καὶ εἰκόνι γραπτῆι, μετέχειν τ[ε καὶ διὰ]
βίου πάντων <τῶν> τοῖς ὑποστόλοις διδομέν[ων φιλαν]-
θρώπων, γίνεσθαι δὲ διὰ παντὸς τὴν [στεφάνωσιν]
αὐτοῦ ἐν πάσαις ταῖς κατὰ τὸ ἱερὸν γι[νομέναις]
ὑπὸ τῶν ὑποστόλων συνόδοις, ἀνα[τεθῆναι]
25 δὲ τὸ ψήφισμα τοῦτο καὶ τὸν στέφα[νον ἐν τῷ]
ἐπιφανεστάτῳ τοῦ Σεραπιείου τό[πῳ, οὗ]
καὶ τὴν εἰκόνα τεθῆναι, ἐφ’ ἃ καὶ ἐπ[ιγραφῆναι]·
"οἱ ὑπόστολοι Κρίτωνα Κρίτωνος τὸν ἱε[ρέα τοῦ]
[*S]ARA/PIDOS A)RETH=S E(/NEKEN KAI\ EU)N?[OI/AS]
30 [τῆς εἰς] α̣ὑτοὺς καὶ τῆς εἰς τὸ θεῖον εὐ[σεβείας]."
Search Help
Contact Us