[ ] Magnesia — Demetrias: Volos — [Magnes. League] — 2nd c. BC
1 [— —]Ο̣[— — — — — — — — — — — — — — — — — —]
[Ἀ]φροδισιῶνος ιηʹ. στ̣ρ̣α̣[τηγοῦντος — — — — — μη]-
νὸς Ἀφροδισιῶνος δεκάτηι Ἀλκ[ίμ]α[χ]ο[ς — — — —],
Ἀντίπατρος Εὐθυδήμου, Ἀρίσταρχος Σωΐδου, Ἀριστ̣ο-
5 κράτης Ἀριστάρχου, Θεόφιλος Θεοφίλου, Μενέστρατος
Μενεστράτου Δημητριεῖς εἶπαν· ἐπεὶ Δημήτριος Αἰ-
τ̣ωλίωνος Δημητριεὺς γενόμενος κοινὸς στρατηγὸς
[ἐ]ζήτησεν ἔν τε τοῖς ἄλλ[οι]ς τὴν ἀρίστην κατάστασιν
[τῶ]ι ἔθνει περιποιῆσαι ἐ[πιστρ]έ̣[ψ]ας τοὺ̣ς ἐπιτηδευομ[έ]-
10 [νο]υ̣ς τὰ χείριστα, καὶ διαφο[ρᾶς οὔ]σης π[ρ]ὸς αὑτοὺς Μά-
γ̣νησιν ἐκ πλείονος χρόνου πάντων ἀναγκαιότατον ἡγ[ή]-
σάμενος εἶναι τὸ ε̣[ἰ]ς̣ [τὸ πέ]ρ̣ας ἀγαγεῖν ταύτη̣ν ε̣ἰ̣[σενεγ]-
κάμενος ψήφισμα παραίτιος ἐγένετο τοῦ λ[αβεῖν λύ]-
σιν τὴν διαφορὰν καὶ εἰς ὁμόνοιαν κατασ̣τ̣[ῆναι τὰς πόλεις],
15 τῆι τε λοιπῆι ἀναστροφῆι κα[ὶ ἑα]υτ[οῦ ἄξιος ἐγένετο καὶ τῶν]
ἐνχειρισάντων αὐτῶι τὴν ἀρ[χήν· δεδόχθαι τοῖς συνέδροις]
ἐπαινέσαι τε̣ Δ̣η̣[μ]ή̣[τριον Αἰτωλίωνος Δημητριῆ ἐπὶ τῆι]
[ε]ὐνοίαι τ[ῆι — — — — — — — — — — — — — — — — —]
Search Help