[ ]
Magnesia — Demetrias: Volos — [Magnes. League] — 2nd c. BC
1 | [— —]Ο̣[— — — — — — — — — — — — — — — — — —] |
[Ἀ]φροδισιῶνος ιηʹ. στ̣ρ̣α̣[τηγοῦντος — — — — — μη]- | |
νὸς Ἀφροδισιῶνος δεκάτηι Ἀλκ[ίμ]α[χ]ο[ς — — — —], | |
Ἀντίπατρος Εὐθυδήμου, Ἀρίσταρχος Σωΐδου, Ἀριστ̣ο- | |
5 | κράτης Ἀριστάρχου, Θεόφιλος Θεοφίλου, Μενέστρατος |
Μενεστράτου Δημητριεῖς εἶπαν· ἐπεὶ Δημήτριος Αἰ- | |
τ̣ωλίωνος Δημητριεὺς γενόμενος κοινὸς στρατηγὸς | |
[ἐ]ζήτησεν ἔν τε τοῖς ἄλλ[οι]ς τὴν ἀρίστην κατάστασιν | |
[τῶ]ι ἔθνει περιποιῆσαι ἐ[πιστρ]έ̣[ψ]ας τοὺ̣ς ἐπιτηδευομ[έ]- | |
10 | [νο]υ̣ς τὰ χείριστα, καὶ διαφο[ρᾶς οὔ]σης π[ρ]ὸς αὑτοὺς Μά- |
γ̣νησιν ἐκ πλείονος χρόνου πάντων ἀναγκαιότατον ἡγ[ή]- | |
σάμενος εἶναι τὸ ε̣[ἰ]ς̣ [τὸ πέ]ρ̣ας ἀγαγεῖν ταύτη̣ν ε̣ἰ̣[σενεγ]- | |
κάμενος ψήφισμα παραίτιος ἐγένετο τοῦ λ[αβεῖν λύ]- | |
σιν τὴν διαφορὰν καὶ εἰς ὁμόνοιαν κατασ̣τ̣[ῆναι τὰς πόλεις], | |
15 | τῆι τε λοιπῆι ἀναστροφῆι κα[ὶ ἑα]υτ[οῦ ἄξιος ἐγένετο καὶ τῶν] |
ἐνχειρισάντων αὐτῶι τὴν ἀρ[χήν· δεδόχθαι τοῖς συνέδροις] | |
ἐπαινέσαι τε̣ Δ̣η̣[μ]ή̣[τριον Αἰτωλίωνος Δημητριῆ ἐπὶ τῆι] | |
[ε]ὐνοίαι τ[ῆι — — — — — — — — — — — — — — — — —] |