[ ]
Pelasgiotis — Larisa — Roman period — GVI 1314
1 | στᾶθι πέλας, παροδῖτα, |
καταντία μαρμαροέσσης / | |
στήλης καὶ κατιδὼν τίς τίνος | |
ἐ<ι>μὶ πυθοῦ. / στήλαις Ἰούλιος ἔν[θα] | |
5 | πατρὸς Γαΐου κατάκειμαι, / πληρώσ- |
ας ἐτέων πέντε καλὰς δέκαδας, / | |
ἑπτὰ δὲ τέκν’ ἔλιπον, κείνων δ’ | |
ὑπὸ χερσὶ τέθα<μ>μαι, / ἀνθ’ ὁσίου ψ- | |
υχῆς τήνδ’ ἔλαχον χάριτα. |