[ ] Pelasgiotis — Larisa — Roman period — GVI 1314
1 στᾶθι πέλας, παροδῖτα,
καταντία μαρμαροέσσης /
στήλης καὶ κατιδὼν τίς τίνος
ἐ<ι>μὶ πυθοῦ. / στήλαις Ἰούλιος ἔν[θα]
5 πατρὸς Γαΐου κατάκειμαι, / πληρώσ-
ας ἐτέων πέντε καλὰς δέκαδας, /
ἑπτὰ δὲ τέκν’ ἔλιπον, κείνων δ’
ὑπὸ χερσὶ τέθα<μ>μαι, / ἀνθ’ ὁσίου ψ-
υχῆς τήνδ’ ἔλαχον χάριτα.
Search Help
Contact Us