[ ] Pelasgiotis — Larisa — undated
1 ἢ μίτος ὥς φασιν Μοιρῶν ἢ δαίμονος ὀργή,
ἥτις ἐμοὶ δεινῶς ἐχολώσατο καί με βιαίως
ἐξ εὐνῆς ποθέουσαν ἐμῆς ἀνδρὸς γλυκεροῖο
Παρμονὶν ἐξεδίωξε Ἐπιτυνχάνου οὐκ ἐθέλουσα[ν].
5 εἴ γέ τις οὖν μνήμη θνητοῖς, βίον ἔσχον ἄ[μ]εμπτον,
ἄνδρα μόνον στέρξασα, ὃν εἰσέτι θυμὸν ἀνώγω
παύσασθαι δεινοῦ πένθους δεινοῦ τε κυδοιμοῦ.
οὐδὲν γὰρ πλέον ἐστί —— θανόντα γὰρ οὐδὲν ἐγείρει ——
ἢ τείρει ψυχὴν ζώντων μόνον· ἄλλο γὰρ οὐδέν.
10 duae rosae partim deletae
Search Help
Contact Us