[ ]
Achaia Phthiotis — Pteleon (Pteleos) — [found at Larisa] — reign of Augustus — cf. Corrigenda p. XIV
See also:
1 | [— — — — — — — — γενομένο]υ δὲ Ξενοδόκου {²⁷[κοινο]ῦ δὲ ξενοδόκου(?)}²⁷ Φ[— — — — — —] |
[— — —] Αἰζόσιος Ἀφθονήτου εἶπεν· ἐπειδὴ Νύσα[νδρος Δι(?)]- | |
οδότου Λαρισαῖος εὔνους ὢν διατελεῖ τῆι πόλει τῶν [Πτε]- | |
λεειῶν, διατηρῶν τὴν ὑπάρχουσαν πρὸς τὸν δῆμον ε[ὔνοι]- | |
5 | αν καὶ κοινῆι καὶ κατ’ ἰδίαν τοῖς χρείαν ἔχουσι τῶν πολ[ι]- |
τ̣ῶν ἐκτενῶς ἐπιδίδωσιν αὑτὸν ἐπὶ πάντα τὰ παρακα̣- | |
[λο]ύμενα, βουλόμενος ἐπαύξειν καὶ κατὰ κοινὸν μὲν τὴν | |
[πό]λιν καὶ τοὺς κ[ατ’ ἰ]δία[ν] ἀξίους τῶν πολιτῶν ἀξίως μ[ὲν] | |
[αὑτ]οῦ, ἀξίως δὲ καὶ τῆς πόλεως, οὐ μόνον δὲ ἐν τούτοις | |
10 | [αὑτὸ]ν ἀπαράκλητος παρεσκεύακεν, ἀλλὰ καὶ Λαρισαίω[ν] |
[τῶν] Φθιωτ[ῶν] ἐπισ[κη]ψ̣άντων ἐπὶ τὴν πόλιν ἀδίκως καὶ ἀ[νο]- | |
[σί]ως καὶ προκαλεσαμένων ἐπὶ κρίσιν εἰς Ῥώμην ἐπὶ τὴ[ν] | |
[σ]ύνκλητον ἐπέδωκεν αὑτὸν Νύσανδρος ἐπὶ τὸ | |
[π]ρεσβεῦσαι ὑπὲρ τῆς πόλεως μετὰ πάσης προθυμίας | |
15 | [μ]ετὰ τῶν συνεξαποσταλέντων αὐτῶι πρεσβευτῶν [οὐ]- |
[θ]ένα κίνδυνον πρ[οορώμε]νος οὐδὲ [— — — — — — —] | |
[— — — — — — —] πάσας ․․․του[— — — — — — — — —] |