IG IX,2 515
[ ] Pelasgiotis — Larisa — 2nd c. BC
1 ταγευόντουν Ἀττύλοι Στρατουνείοι, Νικολάοι Ἀρχεπολεί-
οι, Φιλοκλέος Γελουνείοι, Ἀριστοφάνεος Ἀναξαγοραίοι, Ἀρ-
γέα Ἀρχελαείοι Θύοι ὑστέρα[ς ἕνας καὶ] νέας ἀγορανομ-
έντος <Φιλοκλέος Γελουνείοι>, Φιλοκλέος Γελουνείοι λέξαντος· ἔδοξε τοῦ δάμου
5 τοῦ Λαρισαίουν σουτεῖρας ἀν[αγορευθεῖ]μεν Ἀργέα
Ἀρχελάειον, Πρόξενον Κλεάνδ̣ρειον, Ἀμεινίαν Ἕρμαιον̣·
Θύοι ὑστέρα[ς ἕνας καὶ] νέας ἀγορανομέντος Φιλοκλέος <Γ>ε-
λουνείοι, Φιλοκλέος Γελουνείοι λέξαντος ἔδοξε τοῦ δά-
μου τοῦ Λαρισαίουν τ̣ὸ[ς τ]α̣μ̣ίας ἐσδόμεν ὀνγράψειν̣
10 [ἐ]ν κίονας λιθίνας [τὰς πο]λιτ̣[είας τ]ὰς γεγενειμένας τᾶ πόλε[ι]
[— — — — — — — — — — — —]ει[—]ιαν καὶ τὸς ταμίας [τὰ]ν ὀνάλα-
ν, κίς κε γινύει<τ>ει, δόμεν.
Search Help
Contact Us