IG IX,2 429
[ ] Pelasgiotis — Pherai (Velestino) — 3rd c. BC — GVI 99
1 σωφροσύνης, ἀρετῆς μνημεῖον τοῦτ’ ἀνάκειται
Πύρρωι Ἀγασικλέϊος παιδὶ καταφθιμένωι·
εἰ δ’ ἦν τοὺς ἀγαθοὺς ἀνάγειν, πάλιν ἦλθες ἂν εἰς φῶ[ς],
ἐκπρολιπὼν ἀδύτους Φερσεφόνης θαλάμους.
Search Help
Contact Us